Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Κυριακή 22 Δεκεμβρίου 2013

ΠΑΡΘΕΝΕ ΠΑΝΑΜΩΜΕ

                                      ΠΑΡΘΕΝΕ ΠΑΝΑΜΩΜΕ

Παρθένε Πανάμωμε Θεοῦ, ἔμψυχον Παλάτιον, τὸν οὐρανοῖς μὴ χωρούμενον, ἐν σοὶ ἐχώρησας, ὃν ἐν τῷ Σπηλαίω, τέξῃ ὑπὲρ ἔννοιαν, πτωχεύσαντα καὶ σάρκα γενόμενον, ἵνα θεώσῃ με, καὶ πλουτίσῃ τὸν πτωχεύσαντα, ἀκρασίᾳ, πικροτάτης βρώσεως.
Ἐναπογραφόμενος Χριστέ, δούλοις τῷ τοῦ Καίσαρος, δι' εὐσπλαγχνίαν προστάγματι, ἔρχῃ χαρίσασθαι τὴν ἐλευθερίαν, τὴν ζωὴν καὶ λύτρωσιν, ἀγνώμοσιν οἰκέταις μακρόθυμε, τοῖς προσκυνοῦσί σου, τὰ σωτήρια Γενέθλια, τοῦ ἐλθόντος, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Τόκον ἀκατάληπτον θεσμούς, φύσεως καινίσαντα, ἡ Παναγία καὶ ἄμωμος, κατανοήσασα, τῷ Υἱῷ ἐβόα. Τέκνον ποθεινότατον, ἐκπλήττομαι τὸ μέγα μυστήριον, πῶς καὶ γεννήσασα, παρθενεύω τῇ δυνάμει σου, τοῦ τὰ πάντα ποιοῦντος βουλήματι!

Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ Πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής, ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ ὁ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως, ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἔλευσιν πᾶσι προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.

Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
 
Σπήλαιον εὐτρεπίζου· ἡ, Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὅνπερ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;