Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τρίτη 24 Δεκεμβρίου 2013

AΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ

ΤΟΝ ΕΚ ΚΟΙΛΙΑΣ ΗΓΙΑΣΜΕΝΟΝ

Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα,
τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι,
καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην,
καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ,
Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.