Προσευχὴ εἰς τὸν Ἰησοῦν Χριστόν
«Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, διάνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὰ λόγιά Σου καὶ συνιέναι καὶ ποιῆσαι τὸ θέλημά Σου, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς Σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ Νόμου Σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω ὁ Θεός μου, ἵνα Σύ μου φωτίσεις τὴν διάνοιαν· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»