Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Κυριακή, 16 Απριλίου 2017

Προσευχή εἰς τὸν Σωτῆρα Χριστόν



                  Προσευχή εἰς τὸν Σωτῆρα Χριστόν


Ἔρχου, Κύριε Ἰησοῦ, ἐλθέ καί σκήνωσον ἐν ἐμοί, καί ἀπέλασον ἀπ᾽ ἐμοῦ τήν σκοτόμαιναν, καταλαμπρύνων με τῷ φωτί τοῦ προσώπου σου, καί δίωξον τά πονηρά πνεύματα τά καθ᾽ ἑκάστην πολεμοῦντά με καί τήν ψυχήν μου ζητοῦσι τοῦ θανατῶσαι, παρέχων μοι τήν ἄφεσιν τῶν ἁμαρτιῶν καί τήν τοῦ Πνεύματος δωρεάν εἰς ἐλευθερίαν, ἐκρίζωσον τά πάθη τά τυραννοῦντά με, ἐμφυτεύων τά πολυπίκοιλα ἄνθη τῶν ἀρετῶν εἰς τόν λειμῶνα τῆς ψυχῆς μου. Ἔνδυσόν με ἔνδυμα γάμου, κατακοσμῶν με τόν πλοῦτον τῶν χαρισμάτων σου, καί θῆσον ἐπί τήν κεφαλήν μου στέφανον ἐκ λίθων τιμίων, ἵνα μή εὑρεθῶ γυμνός καί κατησχυμμένος, ἀποπεμπόμενος μακράν ἀπό σοῦ. Ἀξίωσόν με τῆς εἰσόδου τῶν Ἁγίων σου ἐν τῇ Βασιλείᾳ σου, ὅπου ἦχος καθαρός ἑορταζόντων καί φωνή ἀγαλλιάσεως καί χαρά ἀνεκλάλητος, χαίροντα καί ἀγαλλόμενον τῇ παγκάλῳ θέᾳ τοῦ προσώπου σου, εὐφραινόμενον μετά πάντων τῶν Ἁγίων τῶν ἀπ᾽ αἰώνων σοι εὐαρεστησάντων εἰς δόξαν σήν, τοῦ μονογενοῦς Υἱοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετά τοῦ ἀνάρχου σου Πατρός καί τοῦ Παναγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.