Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Κυριακή 5 Απριλίου 2015

Ὁμιλία εἰς τὰ Βάϊα ὑπὸ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστὀμου

                                         Ὁμιλία εἰς τὰ Βάϊα.

 
 
ὑπὸ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστὀμου

αʹ. Ἐκ θαυμάτων  ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως  εἰς δύναμιν.  Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις   συμβεβλημένῃ  ἓν  τοῦ  ἑνὸς  κατέχεται,  καὶ  τῶν  συμβε βλημένων ἕκαστον συνάπτεται  θάτερον θατέρῳ καὶ παραπέμπεται·  οὕτω καὶ τὰ τῶν  ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων  εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλ έορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώ νιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν  Κύριος ὁ Θεὸς ἔν τε προφήταις  καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. 

Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ  τοῦ Κυρίου Ἐκ κλησίας ἐφαίδρυναν καὶ κατέστεψαν,  καὶ ἐκ τοῦ σκάμ ματος τῶν  ἁγίων  νηστειῶν  καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα  τῆς  εἰρήνης  ᾄδειν  τῷ  νικοποιῷ  Χριστῷ ἐδίδαξαν.  ∆εῦτε  οὖν  ἅπαντες, ἀγαλλιασώ   μεθα  τῷ   Κυρίῳ·  δεῦτε  πάντα   τὰ  ἔθνη,  κροτήσωμεν   χεῖρας,  καὶ ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χαρᾶς, μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· μηδεὶς ἀγνωμονείτω  τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμ φῶνος ἀποκλεισθῇ· μηδεὶς σκυθρωπὸς ἢ κατηφὴς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δὲ πονηρούς φημι τοὺς μὴ θέλοντας δέξασθαι τὸν Κύριον βασιλέα ἐφ' αὑτούς.Πάντες φαιδρῶς συνδράμωμεν, πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως  ἑορτάσωμεν.  Ἀντὶ  ἱματίων  τὰς  καρδίας  ἡμῶν  ἐκχέωμεν  ἐνώπιον αὐτοῦ, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαριστίαις ἀνατείνωμεν αὐτῷ, καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι  Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες  αὐτὸν,  ηὐλόγηνται·  καὶ οἱ κατ αρώμενοι  αὐτὸν,  κατήρανται.  

 Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι· ∆εῦτε, ἀγα πητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶ μεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν, Βασι λεῖς τῆς γῆς καὶ πάντας τοὺς λαοὺς, ἄρχοντας  καὶ πάντας  κριτὰς γῆς, νεανίσκους  καὶ παρθένους. Καὶ τὸ καινοπρεπὲς  τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκά κῳ τῶν  νηπίων  παίδων  καὶ θηλαζόντων    ἡλικίᾳ   τὰ   πρεσ  βεῖα   συνεχώρησε   τοῦ   ἐξάρξαι   τῷ   Κυρίῳ  ἐν ἐξομολογήσει τὸ θεοδίδακτον ᾆσμα, καθάπερ πάλαι Μωϋσῆς τῷ ἐξ Αἰ γύπτου λαῷ, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Σήμερον χαρᾷ χαίρει ὁ μακάριος ∆αυῒδ, σεσυ λημένος τὴν κιθάραν ὑπὸ νηπίων, οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος,   καθάπερ   τὸ   πρὶν   πρὸ   προσώπου   τῆς   κιβωτοῦ   τοῦ   Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει  ἡδέως, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προ φῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Οὐκ ἐμὸν, φησὶ, τὸ διδασκαλεῖον σήμερον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτίσαντος ἐκ στόματος νη πίων καὶ θηλαζόντων  αἶνον τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· Ὅπως καὶ διὰ τοῦ θαύματος τούτου ἐπι στραφῶσι καρδίαι πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθῶν ἐν φρονήσει δικαίων. Λέγετε, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; τίς ὁ διδάξας; τίς ὁ σοφίσας; τίς ὁ συναθροίσας; ποῦ αἱ δέλτοι; τίνες  οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φησὶ, τῆς εὐω χίας καὶ μελῳδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῇ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν  προετρά  πημεν,  καὶ  δεξιὰς  ἡμῖν  ἔδωκαν  οἱ  παῖδες  κοινωνίας,  δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν  ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς. Μετὰ  νηπίων   τὰ  κλάδη  ἄρωμεν,  καὶ  τοῖς  κλάδοις  κροτήσωμεν,  ὅπως ἐπιπνεύσῃ  καὶ  ἡμῖν  τὸ  Πνεῦμα  τὸ  ἅγιον,  καὶ  τὴν  θεοδίδακτον  ἀναπέμψωμεν εὐτάκτως  ᾠδὴν,  Εὐλογημένος  ὁ ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου· ὡσάννα  ἐν  τοῖς ὑψίστοις. Σήμερον ὁ πατριάρχης ἐν πνεύματι ἑορτάζει Ἰακὼβ, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν, καὶ τὸν  δεσμεύοντα πρὸς ἄμπελον  τὸν  πῶλον  αὐτοῦ, ἐπιβεβηκότα ἐπὶ πῶλον νέον· καὶ μετὰ τῶν πιστῶν προσκυνεῖ τῷ πνεύματι. Σήμερον πῶ  λος  ἑτοιμάζεται  τὸ  τῶν  ἀλογίστων  ἐθνῶν  τὸ  πρὶν  ἄλογον  ἐξεμπλάριον  εἰς ἔνδειξιν  ὑποταγῆς τοῦ ἐξ ἐθνῶν  νέου λαοῦ· καὶ νήπια καταμηνύουσι τὴν τούτων πρὸς θεο γνωσίαν  νηπιότητα.  Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται, καὶ κοινωνοὺς τῆς ἐπουρα νίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν· ἵνα δείξῃ ὅτι αὐτός ἐστι Κύριος ἀμφοτέρων, ὡς ἑκατέρωθεν συμφώνως σὺν Πατρὶ καὶ Πνεύματι ἀνυμνούμενος. ∆ιὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ τῆς γῆς σωτηρίαν καταμηνύοντες  ἔψαλλον, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος σαβαώθ· πλή ρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον, Ὡσάννα ἐν τοῖς ὑψίστοις, ὡσάννα τῷ υἱῷ ∆αυΐδ. Καὶ οἱ μὲν ἐδοξολόγουν, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ ἐθεολόγουν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

βʹ. Τούτων δὲ οὕτω τελουμένων, καὶ τῶν μαθητῶν χο ρευόντων περὶ πασῶν ὧν εἶδον δυνάμεων, καὶ λεγόντων, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐν ὑψίστοις δόξα, καὶ ἐπὶ γῆς εἰρήνη· ἡ πόλις ἐσείετο λέγουσα· Τίς ἐστιν οὗτος; πεπωρωμένον φθόνον κατὰ τῆς τοῦ ∆εσπότου δόξης κινοῦσα. Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε. ∆ιερωτῶσιν οἱ ἀγνώμονες, Τίς ἐστιν οὗτος; ὡς μήπω ἑωρακότες τὸν εὐεργέτην  καὶ περιβόητον τοῖς θεοπρε πέσι θαύμασιν. Οὐ γὰρ κατέλαβεν  ἡ σκιὰ τὸ ἐν  αὐτῇ  ἐπιλάμψαν  ἄδυτον  φῶς.  Ὅθεν εὐθυβόλως προανακέ κραγε πρὸς αὐτοὺς Ἡσαΐας λέγων· Οἱ κωφοὶ, ἀκού σατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς τυ φλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ κωφοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγ μένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Ὁρᾶτε, ἀγαπητοὶ, ἀκρίβειαν λόγων; ὅπως τὸ προθεωρητικὸν θεῖον Πνεῦμα διὰ τῶν ἁγίων αὐτοῦ, ὡς παρόντα, τὰ μέλλοντα προεκήρυττεν;

Εἶδον γὰρ οἱ ἀχάριστοι, καὶ ἐψηλάφησαν διὰ τῶν θαυμάτων τὸν θαυματουργὸν Θεὸν, καὶ τῇ ἀπιστίᾳ ἐνέμειναν·  εἶδον τὸν τυφλὸν  ἐκ γενετῆς  τὸν φωταγωγή  σαντα Κύριον κηρύττοντα· εἶδον σύγχρονον καὶ σύζυ γον τῇ ἀσθενείᾳ παράλυτον προστάγματι διαζευχθέντα  τῆς κακουχίας· ἐθεάσαντο Λάζαρον φυγάδα θανάτου   γεγονότα·   ἤκουσαν   τὸν   ἐν   θαλάσσῃ  περίπατον,   τὴν   ἀγε   ώργητον οἰνοδοσίαν, τὴν ἄμοχθον ἀρτοτροφίαν, τὴν τῶν δαιμόνων ἀπελασίαν, τὴν τῶν καμνόντων  εὐρωστίαν· αἱ πλατεῖαι αὐτῶν τὰς δυνάμεις ἐκήρυττον, αἱ ὁδοὶ αὐ τῶν τὰς ἰάσεις τοῖς ὁδοιπόροις κατήγγειλον· πᾶσα ἡ Ἰουδαῖα ἐπληρώθη τῶν εὐεργεσιῶν, καὶ νῦν πυνθάνονται, Τίς ἐστιν οὗτος; Ὢ τῆς ἀνοίας τῶν ψευδωνύμων διδα σκάλων! ὢ τῶν  ἀπειθῶν  πατέρων!  ὢ τῶν  ἀφρόνων  πρε σβυτέρων!  ὢ σπέρμα Χαναὰν τοῦ ἀναιδοῦς, καὶ οὐκ Ἰούδα τοῦ εὐλαβοῦς! Τὰ τέκνα ἐπέγνωσαν  τὸν κτίστην, καὶ οἱ ἀπειθεῖς πατέρες ἔλεγον, Τίς ἐστιν οὗτος; Ἡ νέα ἡλικία τὸν Θεὸν ἀνύμνησε, καὶ οἱ πεπαλαιωμένοι  ἡμερῶν κακῶν  ἐπυνθάνοντο.  Τίς ἐστιν οὗτος; Οἱ θηλάζοντες  θεο λογοῦσι, καὶ οἱ πρεσβύτεροι βλασφημοῦσι, παῖδες εὐσεβῶς ἱερουργοῦσιν αἶνον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγαν ακτοῦσιν; Οἱ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, μάθετε Θεοῦ μυστήρια. Αὐτὸ τὸ τελούμενον   μαρτυρεῖ,  ὅτι  Θεός  ἐστιν    οὕτως  ἀνυμνούμενος   ὑπὸ  ἀδιδάκτων γλωσσῶν. Ἐρευ νᾶτε τὰς Γραφὰς, καθὼς ἠκούσατε παρὰ τοῦ ∆εσπό του, ὅτι αὗταί εἰσιν  αἱ  μαρτυροῦσαι  περὶ  αὐτοῦ,  καὶ  οὐκ  ἀγνοεῖτε   τὸ  θαῦμα.  Ἀκούσατε,  οἱ ἀχάριστοι, τί  εὐαγγελίζεται  ὑμῖν  ὁ προφήτης  Ζαχαρίας. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου. ∆ιὰ τί τὴν χαρὰν ἀποσείεσθε; διὰ τί ἡλίου λάμποντος, τὸ σκό τος ἀγαπᾶτε; διὰ τί  πρὸς τὴν  ἀπολέμητον  εἰρήνην  μελε  τᾶτε  πόλεμον; 

 Εἰ τοίνυν  υἱοὶ  Σιών  ἐστε, συγχορεύσατε τοῖς τέκνοις ὑμῶν· χαρᾶς ἀφορμὴ ἔστω ὑμῖν ἡ τῶν τέκνων θεοσέβεια. Μάθετε παρ'  αὐτῶν, τίς ὁ διδάξας, τίς ὁ συναθροίσας, πόθεν τὰ διδάγματα, τίς ἡ καινὴ θεολογία, καὶ παλαιὰ προφητεία. Εἰ δὲ ἀνθρώ πων μὲν οὐδεὶς οὐδὲν τούτων ἐδίδαξεν, αὐτόματον δὲ τὸν αἶνον ἀναμέλπουσι, γνῶτε Θεοῦ εἶναι τὸ ἔργον, ὡς ἐν τῷ  νόμῳ  γέγραπται·  Ἐκ  στόματος  νηπίων   καὶ  θηλαζόντων   κατηρτίσω  αἶνον.∆ιπλασιάσατε οὖν τὴν χαρὰν, ὅτι τοιούτων  γεγόνατε  πατέρες, οἵτινες  καὶ τὰ τοῖς πρεσβυτέροις  ἀγνοηθέντα   θεοδιδάκτως   ἀνευφήμη   σαν.  Ἐπιστρέψατε  οὖν  τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, καὶ μὴ μύσητε τοὺς ὀφθαλμοὺς ὑμῶν πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ αὐτοί ἐστε, καὶ ἀκούοντες οὐκ ἀκούετε, καὶ βλέποντες οὐ βλέπετε, καὶ μάτην  διαφέρεσθε πρὸς τὰ νήπια,  αὐτοὶ  ὑμῶν  κριταὶ  ἔσονται κατὰ  τὸν  τοῦ Σωτῆρος λόγον. Καλῶς γοῦν καὶ τοῦτο μετὰ τῶν ἄλλων προανεφώνησε περὶ ὑμῶν ὁ προφήτης  Ἡσαΐας λέγων·  Οὐ νῦν  αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν  τὸ πρόσ ωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται· καὶ γνώ σονται οἱ τῷ πνεύματι πλανώμενοι  σύνεσιν, οἱ δὲ γογγύζοντες  μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.
 
Ὁρᾷς, ὦ  ἀνόητε  Ἰουδαῖε,  πῶς  ἐκ προοιμίων  τοῦ  λόγου  αἰ  σχύνην  ὑμῖν προκαταγγέλλει ὁ προφήτης διὰ τὴν ἀπεί θειαν ὑμῶν; Μάθετε κἂν παρ' αὐτοῦ, πῶς θεοδίδακτον  κηρύσσει τὴν τῶν τέκνων  ὑμῶν ὑμνῳδίαν,  ὡς καὶ ὁ μακάριος ∆αυῒδ προανεφώνησε λέγων· Ἐκ στόματος νηπίων  καὶ θηλαζόντων  κατηρτίσω αἶνον. 

Ἢ τοίνυν τὴν ὁσιότητα τῶν παίδων οἰκειώσασθε, ὡς χρεὼν, ἢ μετὰ τῆς εὐσεβείας καὶ τοὺς παῖδας ἡμῖν χαρίσασθε. Ἡμεῖς τούτοις συγχορεύσωμεν καὶ συνεορτάσωμεν, καὶ τῇ καινῇ  γλώσσῃ τὸ θεοδίδακτον  ᾆσμα συμψάλλω  μεν. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε  τῷ  Σωτῆρι, καὶ ταῖς  ἀγκάλαις  ὑπεδέξατο  τὸν  τῶν  αἰώνων ∆εσπότην  ὡς  βρέφος,  καὶ  Κύριον καὶ  Θεὸν ἐκήρυξε· νῦν  δὲ  ἀντὶ  πρεσβυτέρων ἀγνωμόνων  οἱ παῖδες τῷ Σω τῆρι ὑπήντησαν ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκα λῶν ὑπέστρωσαν, καὶ Κύριον καὶ Θεὸν ηὐλόγησαν τὸν ἐπὶ πώλου ὡς ἐπὶ Χερουβὶμ καθεζόμενον, Ὡσάννα τῷ υἱῷ ∆αυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ' ὧν βοήσωμεν καὶ ἡμεῖς, Εὐλογημένος ὁ ἐκ Θεοῦ Θεὸς, ὁ βασιλεὺς τῆς δόξης, ὁ πτωχεύσας ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτωχεύτως δι' ἡμᾶς, ἵνα ἡμᾶς πλου τίσῃ τῇ αὐτοῦ ἀγαθότητι·  εὐλογημένος  ὁ ἐλθὼν  ἐν τα πεινώσει,  καὶ πάλιν  ἐρχόμενος  ἐν δόξῃ· πρῶτον,  ἐπὶ  πώλου  πραῢς καὶ ὑπὸ  νηπίων  ἀνευφημούμενος,  ὅπως  πληρωθῇ  τὸ γεγραμμένον,  Ἐθεωρήθησαν αἱ πορεῖαι σου, ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νεφελῶν, καὶ ὑπὸ ἀγγέλων καὶ δυνάμεων  δορυφορούμε  νος.    τῆς  μελιῤῥύτου  τῶν  παίδων  γλώττης!    τῆς ἀκαπηλεύτου  διδασκαλίας  τῶν  θεαρέστων! ∆αυῒδ προ φητεύσας  ὑπὸ  τὸ γράμμα ἐκάλυψε τὸ νόημα· οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης  τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ  πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν. Ἀντλήσωμεν τοιγαρ οῦν καὶ ἡμεῖς σὺν αὐτοῖς τὸν ἀναφαίρετον πλοῦτον, ἀπλήστοις κόλποις καὶ ταμείοις ἐναποθέμενοι  τὰ χα ρίσματα· βοήσωμεν ἀπέραντα, Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι Κυρίου, Θεὸς ἀληθινὸς, παντοκρά τωρ ἐκ παντοκράτορος, Υἱὸς ἐν ὀνόματι Πατρὸς, βασι λεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ βασιλέως, συναΐδιον  καὶ προαιώνιον  τὴν  βασιλείαν ἔχων,  ὡς ὁ γεννήσας αὐτόν. Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε  ἀρξαμένην    προσ  γινομένην     μειουμένην,  ἄπαγε,  ἀλλὰ  φυσικὴν  καὶ ἰδιόκτητον ἀληθῶς.

Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ καὶ μία οὐσία καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύωμεν μίαν τρισυπόστατον θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέ ραντον, καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παυθήσεταί ποτε τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ  βασιλεύς· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ παυθήσεταί ποτε ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ, ὅτι ἄνθρωπος γέγονε δι' ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ' ἡμῶν τύραννον ἐνίκησεν, ἐν σαρκὶ ταύτην πραγματευσάμενος κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν, ἀλλ' ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο βασιλεὺς, ὡς ὁ γεννήσας αὐτὸν, νυνὶ δὲ, καὶ μετὰ τῆς προλήψεως, καὶ εἰς τὸ  διηνεκές.  Μὴ βλασφή  μει  τὴν  τοῦ  Χριστοῦ βασιλείαν,  αἱρετικὲ,  ἵνα  μὴ  τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ ∆εσπότῃ ὑποτάγηθι. Ὁ γὰρ λογομάχος οὐκ εὐγνώμων,  ἀλλὰ πρόδηλος δυσμενής. Γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. γʹ. Ἡμεῖς δὲ, ἀγαπητοὶ,  ὅθεν  ἐξήλθομεν,  ἐπανέλθωμεν,   τῷ  λόγῳ   βοῶντες,  Εὐλογημένος  ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι ἑκουσίως τὴν ψυχὴν  αὐτοῦ  ὑπὲρ τῶν  προβάτων  αὐτοῦ· ἵνα  ὥσπερ τοὺς  πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς  καὶ ψυχο  φθόροις λύκοις   ἑαυτὸν   ὡς   ἄνθρωπον   προθεὶς     ἀρχι   ποιμὴν   θήραμα  ποιήσῃ   τοὺς θηρεύσαντας τῷ πάλαι θηρευθέντι ὑπ' αὐτῶν Ἀδάμ. 

Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι  Κυρίου,  Θεὸς κατὰ  τοῦ  διαβόλου,  οὐ  φανερῶς  διὰ  τῆς  ἀπροσβλέπτου δυνάμεως,  ἀλλὰ  διὰ  τῆς  ἀσθενείας  τῆς  σαρκὸς, δῆσαι τὸν  καθ'  ἡμῶν  ἰσχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βα σιλεὺς κατὰ τοῦ τυράννου, οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας,  τοῦ  ἐν  κακίᾳ  φρονίμου   ὄφεως  τὰ  σκῦλα  διαρπάσαι.  Εὐλογημένος  ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ἀληθινὸς  κατὰ τοῦ ψεύστου, ὁ Σωτὴρ κατὰ τοῦ λυμεῶνος, ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτο ρος, ὁ φιλάνθρωπος  κατὰ τοῦ μισανθρώπου. Εὐλογη μένος  ὁ ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου, Κύριος  σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φω ταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων  ἀπά την, ἀντεισάξαι θεογνωσίαν  σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θερα πείας. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων  ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Εὐλογημένος  ὁ ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου, ἐπιχέαι  οἶνον  καὶ ἔλαιον  ἐπὶ  τὸν ἐμπεσόντα  εἰς  τοὺς  λῃστὰς,  καὶ  παρεωραμένον.  Εὐ λογημένος    ἐρχόμενος  ἐν ὀνόματι Κυρίου, σῶσαι ἡμᾶς δι' ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. ∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων  καὶ εἰς αἰῶνας  αἰώνων  εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων  καὶ μέχρι τῆς δεῦρο ἀσωμάτως, τανῦν δὲ, καὶ εἰς αἰῶνας, μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώ σεως. Ἴδωμεν  καὶ τὰ ἑξῆς. Τί λέγει  ὁ θειότατος  εὐαγ γελιστής; Εἰσελθόντος γὰρ, φησὶ, τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ,  καὶ ἐθε ράπευσεν αὐτούς. Ἰδόντες  δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαύματα ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας καὶ λέγοντας, Ὡσάννα τῷ υἱῷ ∆αυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. Ὅθεν προσελθόντες αὐτῷ εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Οὐ βαρύνῃ δοξαζόμενος, ὡς Θεός; οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα; οὐ πάλαι δε δήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ, Πῶς σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ὁ πολὺς  ἐν  ἐλέει,  καὶ  βραδὺς  εἰς  ὀργήν;  Ἀνέχεται  τῶν  μεμηνότων,  ἀναστέλλει ἀπολογίᾳ  τὴν,  φλεγμονὴν,   ἀνθ  υπομνήσκει  Γραφὰς,  προφέρει  μαρτυρίας  τῶν τελουμέ νων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν. ∆ιὸ καί φησιν· 

Οὐδέποτε καὶ ὑμεῖς ἠκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος,Τότε γνώσεσθε, ὅτι αὐτὸς ἐγὼ ὁ λαλῶν πάρ ειμι; οὐδ' αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θη λαζόντων  κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; οἵτινές εἰσιν ὑμεῖς, οἱ νόμῳ προσέχοντες, καὶ προφήτας ἀναγινώσκον τες, κἀμὲ τὸν ἐν νόμῳ κηρυττόμενον ἀθετοῦντες. ∆ο κεῖτε μὲν γὰρ ἐν προσχήματι εὐσεβείας διεκδικεῖν τὴν τοῦ Θεοῦ δόξαν, μὴ συνιέντες, ὅτιπερ ὁ ἐμὲ ἀθετῶν, καὶ τὸν Πατέρα ἀθετεῖ. Ἐγὼ γὰρ παρὰ τοῦ Θεοῦ ἐξῆλ θον, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· καὶ ἡ ἐμὴ δόξα, καὶ τοῦ Πατρός μού ἐστι δόξα. Ἐλεγχθέντες δὲ οὕτως οἱ ἀνόητοι ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἐπαύσαντο μὲν τῆς ἀντιλογίας, φιμωθέντες τῇ ἀληθείᾳ· ἕτερον δὲ ἐπι σπασάμενοι ἀνοίας λογισμὸν, συμβούλιον κατ' αὐτοῦ ἐποιοῦντο.  Ἡμεῖς δὲ ψάλλωμεν,  Μέγας ὁ Κύριος ἡμῶν,  καὶ μεγάλη  ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.

Ταῦτα γὰρ πάντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνὸς καὶ Υἱὸς τοῦ  Θεοῦ, ἑκουσίως  ὑπὲρ  ἡμῶν  ἐπὶ  τὸ  σωτήριον  πάθος  ἔλθῃ,  καὶ  ἐπὶ  τὸ πραιτώριον  γνωρισθῇ, καὶ οἱ ἐξουθενοῦντες  τὸν ἐξωνούμενον  τῷ ζωοποιῷ αὐτοῦ αἵματι  τὸν  κόσμον συμφωνήσωσι  τριάκοντα  ἀργυρίοις, καὶ τὸ πάσχα τυθῇ  ὑπὲρ ἡμῶν Χριστὸς, ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αἵματι ῥαντιζόμενοι καὶ τὰ χείλη ὡς φλιὰς σφραγιζόμενοι,  ἐκφύγωσι  τοῦ ὀλοθρεύοντος  τὰ βέλη· καὶ οὕτως  ὁ παθὼν  σαρκὶ Χριστὸς, καὶ ἀναστὰς  τριήμερος, τῷ  Πατρὶ καὶ τῷ  ἁγίῳ  Πνεύματι ὁμοτίμως  καὶ ὁμοδόξως παρὰ πάσης κτίσεως προσκυνηθῇ· ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων  καὶ καταχθονίων,  δόξαν  αὐτῷ  ἀναπέμποντες  εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. 
 
Ἀμήν.