Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 4 Απριλίου 2015

ΠΡΟΣΕΥΧΗ ΑΓΙΟΥ ΙΣΑΑΚ ΤΟΥ ΣΥΡΟΥ

                            ΠΡΟΣΕΥΧΗ ΑΓΙΟΥ ΙΣΑΑΚ ΤΟΥ ΣΥΡΟΥ



Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Ὁ ἐπὶ Λαζάρου κλαύσας καὶ δάκρυα λύπης καὶ συμπαθείας στάξας ἐπ’ αὐτῷ, δέξαι δάκρυα πικρίας μου. Τοῖς πάθεσί σοῦ, τὰ πάθη μου θεράπευσαν. Τοῖς τραύμασί σου, τὰ τραύματά μου ἰάτρευσον τῷ αἵματί σου, τὸ αἷμα μου καθάγνισον καὶ συγκέρασον τῷ σώματί μου τὴν ὀσμὴν τοῦ ζωοποιοῦ σου σώματος. Ἡ χολή, ἦν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, γλυκάναι μου τὴν ψυχὴν ἀπὸ τῆς πικρίας, ἧς με ὁ ἀντίδικος ἐπότισε. Τὸ σῶμα σου τὸ ἐπὶ ξύλου Σταυροῦ τανυθέν, διαπέτασαί μου τὸν νοῦν πρὸς σε, τὸν ὑπὸ τῶν δαιμόνων κάτω ἑλκυσθέντα. Ἡ κεφαλὴ σου, ἦν ἐπὶ τοῦ Σταυροῦ ἔκλινας, ὑψῶσαι μου τὴν κεφαλὴν τὴν κολαφισθείσαν ὑπὸ τῶν ἀντιπάλων. Αἱ πανάγιοι σου χεῖρες αἱ καθηλωθείσαι ὑπὸ ἀπίστων ἐν τῷ Σταυρῷ, ἀναγαγέτωσάν μὲ πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπώλειας, ὡς ὑπέσχετο τὸ πανάγιόν σου στόμα.

Τὸ πρόσωπον σοῦ τὸ δεξάμενον ῥαπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων, στιλβωσάτω μου τὸ πρόσωπον τὸ χρανθὲν ἐν ταῖς ἀνομίαις. Ἡ ψυχὴ σου, ἦν ἐπὶ τοῦ σταυροῦ ὧν τῷ Πατρὶ σου παρέδωκας, ὁδηγησάτω με πρὸς Σὲ ἐν τῇ χάριτί σου. 

Οὒκ ἔχω καρδίαν ὀδυνηρὰν πρὸς ἀναζήτησίν σου, οὐκ ἔχω μετάνοιαν, οὐδὲ κατάνυξιν, τὰ ἐπανάγοντα τὰ τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Οὐκ ἔχω, Δέσποτα, δάκρυον παρακλητικόν. Ἐσκότισταί μου ὁ νοῦς ἐν τοῖς βιωτικοῖς καὶ οὐκ ἰσχύει ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνη. Ἔψυκταί μου ἡ καρδία ἐκ τοῦ πλήθους τῶν πειρασμῶν, καὶ οὐ δύναται θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χρῖστε ὁ Θεός, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρόν καὶ καρδίαν ἐπίπονον, ἵνα ἐξέλθω ὁλοψύχως εἰς ἀναζήτησίν σου. Χωρὶς γὰρ σου, παντὸς ἀγαθοῦ ξενωθήσομαι. Χάρισαι οὖν μοι, ᾧ ἀγαθέ, τὴν χάριν σου. 

Ὁ Πατήρ, ὁ προαγαγὼν σε ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἀνακαινισάτω ἐν ἐμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ με ἐγκαταλίπῃς. Ἐξῆλθον ἀπὸ σου, ἔξελθε εἰς ἀναζήτησίν μου καὶ εἰσάγαγέ με εἰς τὴν νομὴν σου καὶ συγκαταρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων μυστηρίων σου, ὧν ἡ καθαρᾷ καρδίᾳ καταγώγιον σου ὑπάρχει καὶ καθορᾶται ἐν αὐτῇ ἡ ἔλλαμψις τῶν σῶν ἀποκαλύψεων, ἥτις ἐστὶ παράκλησις καὶ ἀναψυχὴ τῶν κοπιασάντων διὰ Σὲ ἐν ταῖς θλίψεσι καὶ ταῖς παντοδαπαῖς αἰκίαις».

Ἧς τίνος ἐλλάμψεως καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ Σοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ἀμήν.