Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τρίτη 31 Ιουλίου 2012

Ἀποδίωξον, Κύριε, τούς κακούς λογισμούς - τοῦ Συμεών Θαυμαστορείτη

Ἀποδίωξον, Κύριε, τούς κακούς λογισμούς - τοῦ Συμεών Θαυμαστορείτη

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ὁ τῶν μεγίστων φύσεων τεχνίτης καί κυβερνήτης… τό φῶς τῆς ἀληθείας, ὁ τοῦ σκότους τῆς ἀγνοίας διώκτης,
ἡ λαμπρότης τῶν νηφαλίων ψυχῶν, ἡ παγκόσμιος χαρά τῶν ὀρθοδόξων, ἡ ἡδύτης τῶν Ἀγγέλων καί τῶν ψυχῶν, ὁ ὅλος ὧν κάλλος ἀκόρεστον, ὁ ὅλος ὧν γλυκασμός,
ὁ ὅλος ὧν ἐπιθυμία καί ἔφεσις, ὁ τῆς γής κατά νοῦν ἀντιλήψεως ἄφθονος ὄλβος τοῖς γνησίως σοί διακειμένοις, ὁ φύσει ἀγαθός καί εὔσπλαχνος καί ἐλεήμων•
ἀποδίωξον ἀπ’ ἐμοῦ τοῦ ταλαιπώρου τους παρενοχλοῦντας μοί λογισμούς. Σύ γάρ ἐπίστασαι, καρδιογνώστα, ὁ θεωρῶν τά κρυπτά της καρδίας μου, ὅτι ἀκούσιά μου
εἰσί. Συγχώρησον μοί, Δέσποτα τῶν ἁπάντων, καί μή γενέσθωσαν μοί εἰς σύνταγμα ἁμαρτίας• ἀλλ’ ἴλεώς μου γενόμενος, ἑξαπόστειλον τήν χάριν σου ἐξ ἁγίου θρόνου
δόξης σου, καί ἐπισκίασον τή ἀσθενεία μου τοῦ ἀχρείου δούλου σου.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ
πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.