Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Πέμπτη 19 Ιουλίου 2012

Προσευχὴ τοῦ Ἁγιογράφου

Προσευχὴ τοῦ Ἁγιογράφου

Πρὶν ἀρχίσουν νὰ ἀγιογραφοῦν οἱ ἁγιογράφοι, διαβάζουν τὴν παρακάτω Προσευχή·  

Κύριε Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς θεότητος καὶ διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἐπ΄ ἐσχάτων ἐκ τῆς Παρθένου καὶ θεοτόκου Μαρίας ἀφράστως σαρκωθείς καὶ ἀξιώσας περιγράφεσθαι. ῾Ο τὸν ἅγιον χαρακτῆρα τῆς ἀχράντου ὄψεως ἐν τῷ ἁγίῳ μανδηλίῳ τυπώσας καὶ δι' αὐτοῦ τὴν νόσον τοῦ τοπάρχου Αὐγάρου ἰασάμενος καὶ τὴν ψυχὴν αὐτοῦ φωτίσας εἰς τὴν ἐπίγνωσίν σου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.


Ὁ διὰ τοῦ ἁγίου σου πνεύματος συνετίσας τὸν θείον Ἀπόστολόν σου καὶ Εὐαγγελιστὴν Λουκᾶν τὴν μορφὴν τῆς παναμώμου σου μητρὸς διαγράψαι, φερούσης σε ὡς βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, καὶ τὸ "῾Η χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος δι' ἐμοῦ μετ' αὐτῶν" εἰπούσης, αὐτὸς δέσποτα Θεέ τῶν ὅλων, φώτισον, συνέτισον τὴν ψυχήν, τὴν καρδίαν καὶ τὴν διάνοιαν τοῦ δούλου σου (δεῖνα) καὶ τὰς χεῖρας αὐτοῦ εὔθυνον πρὸς τὸ ἀμέμπτως καὶ ἀρίστως διαγράφειν τὸ εἴδος τῆς ἐμφερείας σου καὶ τῆς Παναχράντου σου Μητρός καὶ πάντων σου τῶν ἁγίων, εἰς δόξαν σὴν καὶ εἰς φαιδρότητα καὶ ὠραϊσμόν τῆς ἁγίας σου Ἐκκλησίας καὶ εἰς ἄφεσιν ἀμαρτιῶν τῶν σχετικῶς αὐτάς προσκυνούντων καὶ μετ' εὐλαβείας ἀσπαζομένων καὶ τὴν τιμὴν ἐπὶ τὸ πρωτότυπον ἀναφερόντων. Λύτρωσαί δε αὐτὸν ἐκ πάσης διαβολικῆς ἐπηρείας προκόπτοντα ἐν πάσαις ταῖς ἐντολαῖς σου πρεσβείαις τῆς Παναχράντου Μητρός σου, τοῦ ἀγίου ἐνδόξου καὶ Εύαγγελιστοῦ Λουκᾶ καὶ πάντων τῶν ἁγίων.


Ἀμήν.