Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 24 Ιουνίου 2017

ΔΕΗΣΙΣ ὑπὲρ τοῦ δοκιμαζομένου λαοῦ τῆς Πατρίδος ἡμῶν



ΔΕΗΣΙΣ
ὑπὲρ τοῦ δοκιμαζομένου λαοῦ τῆς Πατρίδος ἡμῶν

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ πάσης κτίσεως δημιουργός, ὁ  διακυβερνῶν τὰ σύμπαντα ἐν ἀπείρῳ καὶ ἀκαταλήπτῳ σοφίᾳ· ὁ διακρατῶν τὰς λυχνίας τῶν ὀρθόδοξων ἐκκλησιῶν ἐν τῇ χειρί Σου· ὁ ἀρχηγὸς τῆς πίστεως ἡμῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ τῷ ἐξουθενημένῳ καὶ τεταπεινωμένῳ ἐν Ἑλλάδι ποιμνίῳ Σου, ὅτι λύκοι βαρεῖς ἐπέπεσαν ἐπὶ τῷ ἔθνει ἡμῶν.

Πανάγαθε Δέσποτα, κλυδωνιζόμενοι ἐν τοῖς κύμασι τῶν ἀντιθέων δυνάμεων, κραυγάζομεν ὡς ὁ Ἅγιός Σου Ἀπόστολος Πέτρος: Ἐπιστάτα, σῶσον ἡμᾶς ἀπολλύμεθα. Μὴ παρίδης, Πολυεύσπλαγχνε Δέσποτα, τὰς ἱκεσίας ἡμῶν, μηδὲ  καταισχύνῃς τὴν εἰς Σὲ προσδοκίαν ἡμῶν.

περαγαθὲ Κύριε Ἰησοῦ Χριστέ, ὁ ἀνιστῶν ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρων πτωχόν, ὕψωσον τὸ κέρας τοῦ ὀρθόδοξου λαοῦ Σου· Εὔσπλαγχνε Κύριε, μὴ ἐγκαταλίπῃς ἡμᾶς εἰς τέλος καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν ὑπὲρ δύναμιν, ἀλλὰ ρῦσαι ἡμᾶς ἐκ τῆς λαίλαπος τοῦ ἀθεϊσμοῦ, τῶν αἱρέσεων, τῆς πλάνης τοῦ οἰκουμενισμοῦ, τοῦ ὀλεθρίου συγκρητισμοῦ καὶ τῆς  ἑσχάτης ἐκλύσεως τῶν ἠθῶν, ὁδηγῶν ἡμᾶς εἰς τρίβους σωτηρίας καὶ ἐπισκιάζων ἡμᾶς τῷ Πνεύματί Σου τῷ Ἁγίῳ.

Σῶσον ἡμᾶς, Παντοδύναμε, ὁ δυνάμενος ἐν ἐνὶ νεύματι συντρίψαι τοὺς ἐχθρούς Σου, ὡς σκεύη κεραμέως. Κατάπαυσον τὸν κλύδωνα τῶν πειρασμῶν, κατεύθυνον τοὺς ταγοὺς τῆς ἁγιώτατηςἘκκλησίας καὶ τοὺς ἄρχοντας τῆς φιλτάτης πατρίδος ἡμῶν, στήριξον τὸν στρατὸν καὶ τοὺς ἡγήτορας αὐτοῦ κραταίωσον, παραμύθησον τὸν τεθλιμμένον καὶ ἀπεγνωσμένον λαόν Σου, ὅτι κύνες πολλοὶ εἰσήλθοσαν ἐν τῇ ἁγίᾳ Σου Μάνδρα.

Μακρόθυμε καὶ ἀνεξίκακε Κύριε, ὁ Σταυρὸν καὶ θάνατον δὶ ́ἡμᾶς ὑπομείνας, μὴ καταλίπης ἡμᾶς. Γινώσκομεν τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν ἡμῶν. Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ λατρεύομεν· οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας. Ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν Σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλῳ ἡμίν. Ὅθεν μὴ τῷ θυμῷ Σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ Σου  παιδεύσῃς ἡμᾶς, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν ἁμαρτίας ἀπωλέσῃς ἡμᾶς.

Σοῦ δεόμεθα καὶ Σὲ ἱκετεύομεν μὴ κινήσῃς τῆν λυχνίαν Σου ἐκ τοῦ μαρτυρικοῦ τόπου τῆς πατρίδος ἡμῶν. Ἐνίσχυσον τὸν χριστώνυμον λαόν Σου φυλάττειν καὶ ὑπηρετεῖν τὴν ἁγίαν ἡμῶν πίστιν εἰς τὴν Ἀΐδιον καὶ Ζωοποιὸν Τριάδα, δυνάμει τοῦ Ζωοποιοῦ Σου Σταυροῦ, καὶ ἱκεσίαις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς ἀκαταμαχήτου ἡμῶν προστασίας καὶ ἐλπίδος.

Διὰ πρεσβειῶν τῶν ἁγίων Σου ὁμολογητῶν καὶ μαρτύρων, τῶν ὁσίων ἀσκητῶν καὶ ἀσκητριῶν φώτισον τοὺς ἀρχιερεῖς, κληρικοὺς καὶ μοναχοὺς καὶ τὸ λείμμα τοῦ πιστοῦ λαοῦ Σου, ἵνα ἐμμένωμεν σταθεροὶ καὶ ἀκλόνητοι εἰς τὴν τήρησιν τῶν εὐαγγελικῶν Σου ἐπιταγῶν, καὶ ἵνα ὁμολογῶμεν ἐν παρρησίᾳ τὰ τῆς ἁγίας ἡμῶν πίστεως δόγματα καὶ θεσπίσματα, τοῖς ἁγίοις ἠμῶν πατράσιν ἑπόμενοι.

Εὐλόγησον, Πανάγαθε Κύριε, τὸ ἔθνος ἡμῶν καὶ τήρησον αὐτὸ ἐν τῇ ὀρθοδόξῳ πίστει καὶ ἐν ἀδιαπτώτῳ ἐλευθερία. Δώρησαι πνεῦμα συντριβῆς καὶ μετανοίας τῷ λαῷ Σου. Εὐλόγησον τὸν κόσμον Σου ἅπαντα καὶ εἰρήνευσον τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

Μνήσθητι, Κύριε, τῶν ἁπανταχοῦ τῆς γῆς Ὀρθόδοξων Χριστιανῶν καὶ εὐδόκησον ἵνα γνωρίσωσί Σε ἐν Πνεύματι Ἁγίῳ πάντες οἱ λαοὶ τῆς γῆς.

Ἀμήν.