ΒΗΘΛΕΕΜ ΓΗ, ΙΟΥΔΑ
Βηθλεὲμ
γῆ, Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον
Σπήλαιον, ἐν ᾧ Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς
τὸ σῶσαι τὸ γένος ἡμῶν.
Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Δεῦτε ἅπαντες, Χριστοῦ τὰ Γενέθλια, πιστῶς προεορτάσωμεν, καὶ νοητῶς τὸν ὕμνον, ὡς ἀστέρα προβαλλόμενοι, μαγικὰς δοξολογίας, μετὰ Ποιμένων βοήσωμεν· Ἦλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρθενικῆς νηδύος, πιστοὺς ἀνακαλέσασθαι.
Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.
Οἶκος τοῦ Ἐφραθᾶ, ἡ Πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ θεῖον τίκτεται.

Ὢ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.