Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 3 Ιανουαρίου 2014

Εὐχὴ πρὶν ἀπὸ τὴν ἀνάγνωσιν τῶν Ἱερῶν Κειμένων

Εὐχὴ πρὶν ἀπὸ τὴν ἀνάγνωσιν τῶν Ἱερῶν Κειμένων

 
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν φιλάνθρωπε Δέσποτα
τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας
ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου
κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων
σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας
καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν πάντα
τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες.
Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν
Χριστὲ ὁ Θεὸς καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ
σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 
μήν.