ὑπὸ τοῦ Ἁγίου Ἰωσὴφ τῆς Πετρογράδης
Ὦ Πάνσοφε, Πάντoδύναμε καὶ φιλανθρωπότατε, Κύριε Ἰησοῦ
Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ ἰδρυτὴς τῆς Ἐκκλησίας
καὶ ὁ Συντηρητὴς αὐτῆς,
ἐπίβλεψον διὰ τοῦ γενναιοδώρου ὀφθαλμοῦ Σου ἐπὶ τῆς Ὀρθοδόξου
Ἐκκλησίας, τῆς σφοδρῶς πολεμουμένης ὑπὸ θυέλλης
δεινῶν. Ἐπειδὴ εἶπας˙ καὶ ἐπὶ ταύτῃ
τῇ πέτρᾳ
οἰκοδομήσω μου
τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν
αὐτῆς. Mνήσθητι τὴς
ἀκαταλύτου ὑποσχέσεώς Σου˙ καὶ ἰδοὺ
ἐγὼ μεθʹ ἡμῶν εἰμί πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας
τοῦ αἰῶνος.
Mεῖνον μεθʹ ἡμῶν καὶ μὴ ἀποστῆς ποτὲ ἀφʹ ἡμῶν. Ἔσo φιλεύσπλαγχνος μεθʹ ἡμῶν. Ὴ πoλύπαθος Ἐκκλησία Σου Σὲ ἰκετεύει.
Ἐνίσχυσον τὴν ὀρθὴν πίστιν καὶ ἀγάπην διά Σε. Διὰ τῆς Σῆς χάριτος
καὶ ἀγάπης, μετάστρεψον τοὺς σφάλλοντας, πράυνον τὰς σκληρὰς καρδίας τῶν
ἀποστατῶν, διόρθωσον πᾶσαν διαφθορὰν καὶ ζωὴν
ἀσύμφωνον πρὸς τὴν Χριστιανικὴν εὐσέβειαν. Χάρισαι ὅπως
οἱ πάντες διάγωμεν ἐν ἁγιότητι καὶ ἀγνότητι,
καὶ ὅπως
ἡ σωτήριος πίστις ᾖ ἐρριζωμένη σταθερῶς καὶ φέρῃ καρποὺς ἐν ταῖς καρδίαις
ἡμῶν. Mὴ στρέψεις τὸ πρόσωπόν Σου ἀφʹ
ἡμῶν,
μὴ ὀργισθῇς εἰς τέλος μεθʹ ἡμῶν, Κύριε! Δὸς
ἡμῖν τὴν χαρὰν τῆς Σῆς
σωτηρίας.
Στέγνωσον τὰ δάκρια ἐκ τῶν ὀφθαλμῶν τῶν κλαιόντων. Ἀνακούφισον πᾶσαν
ἀνάγκην
τοῦ λαοῦ Σου καὶ παρηγόρησον αὐτὸν εἰς τὰς θλίψεις αὐτοῦ. Διὰ
τῆς Σῆς πανισχύρου δυνάμεως φύλαξον ἡμᾶς ἀπὸ πασῶν ἐπιθέσεων, διώξεων καὶ πικρίας, ἀπὸ
ἀπελάσεως καὶ φυλακῆς. Ὅθεν
σεσωσμένοι διά Σου, φθάσωμεν εἰς τὸν λιμένα
Σου τὸν ἐπουράνιον, καὶ ἐκεῖ μετὰ τῶν ἁγιοτάτων
oὐρανίων δυνάμεων δοξάζωμέν Σε,
Κύριε καὶ Σωτῆρα ἡμῶν, μετὰ τοῦ Πατρὸς καὶ τοῦ
Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Μετάφρασις ἐκ τοῦ Ἀγγλικοῦ κειμένου· ὑπὸ Χρήστου Πολίτου, Γ.Ο.Χ.
Translation: Christos Politis