Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Δευτέρα, 12 Μαρτίου 2018

ΠΡΟΣΕΥΧΗ εἰς τὴν ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ διὰ νὰ μᾶς φυλάει ἀπὸ τοὺς κινδύνους



 
ΠΡΟΣΕΥΧΗ εἰς τὴν ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
διὰ νὰ μᾶς φυλάει ἀπὸ τοὺς κινδύνους

Ἀνυμνῶν μεγαλύνω Σέ, Ἄχραντε,
τὴν τὸ γένος ἡμῶν μεγαλύνασαν.
Δυσωπὼν δυστροπῶ Σέ, Πανύμνητε,
τὴν ἀεὶ τὸν Υἱὸν δυσωπήσασαν.

Εὐλογῶν μακαρίζω Σε, Δέσποινα,
ἣν πιστῶν γενεαὶ μακαρίζουσιν.
Ἀναμέλπω τὴν χάριν Σου, Ἄνασσα,
ἣν ἀγγέλων χοροὶ μεγαλύνουσιν.

Θεομῆτωρ Μαρία Θεόνυμφε
τὰς ὀδούς μου κατεύθυνον, δέομαι.
Μητροπάρθενε, Δέσποινα, ἄσπιλε,
κινδυνεύοντα σὺ διεφύλαττε.

Σωτηρίας ἡμῶν τὸ κεφάλαιον,
σωτηρίαν ἐμοὶ οὐ ἀπέργασαι.
Εὐδοκίας ἡμῶν τὸ προοίμιον,
εὐλογίαν κάλαμοι θείαν δώρησαι.

Θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
τὴν ψυχὴν μοῦ πτωχεύσασαν πλούτισον.
Φωτοφόρε λυχνία ὁλόφωτε,
σκοτισθέντα τὸν νοῦν μου καταύγασον.

Χαριτόβρυτε Μήτηρ Πανύμνητε,
τῶν δεινῶν καὶ κινδύνων διάσωσον.
Ἀειπάρθενε νύμφη ἀνύμφευτε,
διαφύλαξόν με πολεμούμενον.

Ἀθεμίτοις, Πανάμωμε, πταίσμασι
τῆς ψυχῆς μου τὸ κάλλος ἠμαύρωσα
πλὴν εὐδὀκησoν πλὐνται τοῖς δάκρυσι
ἣν ἀφρόνως ὁ τάλας ἐξηχρείωσα.

Τὸν Υἱὸν καὶ Θεόν Σου ἱκετευουσῶν,
καὶ κριτὴν εὐμενή μοι ἀπέργασαι.
Πάσαις πρεσβείαις ἱκέτην οἰκείωσιν
καὶ δεινῆς καταδίκης μὲ λύτρωσαι.
                          Ἀμήν.