Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 21 Σεπτεμβρίου 2013

Εἰκὼν τῆς Παναγίας Μυροβλυτίσσης "Ρίζης τοῦ Ἰεσσαί" Ἄνδρος



Εἰκὼν τῆς Παναγίας Μυροβλυτίσσης "Ρίζης τοῦ Ἰεσσαί"  Ἄνδρος

                                   Θεοτοκίον. Ἦχος πλ. δ'.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην πανάμωμε, ἁμαρτιῶν τῷ φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα Ἄδου, πεσεῖν κινδυνεύουσαν φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ καὶ σῶσον παρέχουσαν σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι μοι τὴν ἄφεσίν σε γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλος σου Δέσποινα.