Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 10 Φεβρουαρίου 2021

Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον κατὰ τῶν Αἰρέσεων

Κανὼν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον κατὰ τῶν Αἰρέσεων


Ποίημα †Πρ. Τυρνάβου ωσήφ

Οὗ ἀκροστιχίς: Ὕστατος ἦχος, ὕστατον πλέκει μέλος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

περαγία Θεὸν κυήσασα, τὸν συμφυᾶ τῷ Πατρί, μονογενῆ Λόγον, σύγχρονον ὁμότιμον, κἂν παράφρων Ἄρειος, κτίσμα Τοῦτον ἐφρόνει, Πατρὸς οὐσίας ἀλλότριον, Τοῦτον ἐκδυσώπει, σωθῆναί με!

Σ ὑπεδέξω ἐν γαστρὶ Παντάνασσα, τρισυποστάτου Μιᾶς, ὡς ἀληθῶς ἕνα, τὸν Υἱὸν θεότητος, κὰν Σαβέλλιος σύγχυσιν, ἀσεβῶς ἐννοήσας εἰς ἓν συνείρει τριώνυμον, πρόσωπον τὴν θείαν Τριάδα κακῶς.

Τ ἐπὶ Σοὶ ἐπισκιάσαν Ἄχραντε, ἄκτιστον Πνεῦμα Θεοῦ, ὁμοφυὲς Λόγῳ, καὶ Πατρὶ δοξάζομεν, Αὐτοῦ ἐκπορεύομενον, Μακεδόνιον πάντες, ληρεῖν ἀφέντες τὸν λέγοντα, ποίημα καὶ κτίσμα εἶναι Αὐτό.

Ἀποὐρανοῦ συγκαταβὰς Κύριος, ἐν τῇ νηδύϊ Ἁγνή, καὶ προσλαβὼν σάρκα, ἔννουν τε καὶ ἔμψυχον, ἡμῶν τὴν φύσιν ἔσωσεν· οἰμωξάτω δὲ λέγω, ἄννους Ἀπολλινάριος, ἄνουν τὴν ψυχὴν τοῦ προσλήματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τῷ μὴ Σὲ Θεοτόκον, ὡς ἀληθῶς λέγοντι, μετὰ Νεστορίου ἀχθήτω, ᾅδη Παντάνασσα, ὅστις ψιλὸν τὸν Χριστόν, εἶ αἱ βροτῶν δογματίζων, Χριστοτόκον ἔλεγε, τὴν Θεοτόκον Σε.

ἐκ τῶν Σῶν αἱμάτων, σάρκα λαβὼν Δέσποινα, ἀληθὴς Θεὸς οὐ δοκήσει, Μαρκίων ὥς φησιν, ἀσεβεστάτῳ νοΐ, ὃς καὶ ἀρχὰς ἧγε δύο, τῆς αὐτοῦ αἱρέσεως, σῶσόν με Πάναγνε.

Σαῖς λιταῖς Παρθένε, ῥῦσαι τὸ Σὸν ποίμνιον, ἐκ τῶν αἰωνίων βασάνων, ἃς ἀσεβέστατα, ὡς ἐμπαθέστατος, πρὸς ἀπειλὴν ἐληρώδει, συγγεγράφθαι πλάσματι, μόνῳ Εὐνόμιος.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Εὐτυχοῦς, αἵρεσις τοῦ ματαιόφρονος, μίαν φύσιν ἔλεγεν ἐπὶ Χριστοῦ· καὶ γὰρ φυρμὸν ἅμα καὶ τροπὴν γενέσθαι Παρθένε, ἐν ἑκατέραις ταῖς φύσεσι, καὶ μίαν τὴν οὐσίαν, ἐδόξαζον ἀφρόνως, Σοῦ Σεβήρῳ οὓς νῦν διαπτύομεν.

Χεὶρ ἡ τοῦ Σοῦ, Ἄχραντε τέκνου μὲ ἔπλασεν, Ὅς καὶ κόσμον ὅλον, συνεστήσατο, εἰ καὶ μανεὶς Μάνης τὰς διττάς, ἀρχὰς ἐπισῆγε, Θεούς τε δύο ἐδίδασκεν, ἀγαθὸν μὲν τὸν ἕνα, πονηρὸν δὲ τὸν ἄλλον, καὶ τὴν κτίσιν συνεμέριζεν.

Οὗτος Ἁγνή, ὁ ἄθλιος ὃς καὶ τὴν σάρκωσιν, τοῦ Υἱοῦ Σου εἴρηκεν ἐν σχήματι, οὐκ ἀληθῆ ταύτην οἰηθείς, καὶ παθεῖν δοκήσει Αὐτοῦ ἀθέως ἐδίδασκεν, μίαν φύσιν εἰσάγων τῆς θεότητος μόνης· τῆς μανίας οὖν τούτου ῥυσθείημεν.

Σῶμα Χριστοῦ, ἄψυχον Ἀπολλινάριος, εἶπεν ὡς ἀρκούσης, Τούτῳ θεότητος, ἀντὶ ψυχῆς σπεύδων δολερῶς, ὅσα ἀνθρωπίνως ὁ λόγος ἔλεγε ῥήματα, θεότητι προσάπτειν, ἵνα δείξῃ ἐλλάττω, τὸν Υἱὸν τοῦ Πατρὸς ὦ Παντάνασσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

ποδίκῳ κολάσει, ὄντι αἰωνία μοι Κόρη βοήθησον, τὴν γὰρ Ὡριγένους, οὐ προσδέχομαι δόξαν διδάσκοντος, χρονικὰ τυγχάνειν εἰς καθαρμὸν ἁμαρτημάτων, τὰ ἐκεῖσε φρικτὰ κολαστήρια.

Σὺν Διδύμῳ διδάσκει, πάλιν ὁ Εὐάγριος ψυχῶν προΰπαρξιν, ἐκ τοῦ Ὡριγένους, τὴν ἀλλόκοτον δόξαν δεξάμενος, ἀλλ’ ἡμῖν τὸ δόγμα, τὸ εὐσεβὲς συντηρηθείη, Σαῖς πρεσβείαις Παντάνασσα ἄτρωτον.

Τῶν αὐτῶν ἐστι δόγμα, αὖθις καὶ τοὺς δαίμονας ἀποκατάστασιν, μέλλειν εἰληφέναι, καὶ ἀνθρώπων τοὺς ἄθεσμα πράξαντας, καὶ μετὰ Ἀγγέλων, ἀναπληρῶσαι τὴν ἐννάδα, ἣν μυθεύονται γνώμῃ κακόφρονι.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

νάστασιν ἀσεβῶν, νεκρῶν Μαρκίων οὐκ ἔλεγε, καὶ βάπτισμα δὲ τρισσόν, ἐδίδου τοῖς πταίουσι· ἀλλ’ ἡμεῖς ἐν Βάπτισμα, καὶ Ἀνάστασίν τε Θεομῆτορ δεδιδάγμεθα.

Τὰς τρίβους μοι ὦ Σεμνή, κατεύθυνον πρὸς μετάνοιαν, ἣν ὁ Ναυᾶτος ἡμῖν, ἠρνεῖτο τοῖς πταίουσιν, ὡς μετὰ τὸ Βάπτισμα, ἀνάξιον ταύτην, οἰηθεὶς φιλανθρωπία Θεοῦ.

Οἷς κλῆσις ἐγκρατευταί, τὸν γάμον ἀπαγορεύουσι, καὶ τῶν ἐμψύχων αὐτοί, τὴν βρώσιν βδελύττονται, ἡμᾶς δὲ τοῖς δόγμασι, τοῦ Υἱοῦ Σου πάντας στερεώσαις Μητροπάρθενε.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Νοὸς κυριεύειν δή, τοῦ τῶν ἀνθρώπων τὸν σατανᾶν ἀσεβῶς, καὶ ἐν τούτοις οἰκεῖν, ἐνυποστάτως Μασσαλιανοὶ φασί, τῆς πονηρίας τὰ πνεύματα Δέσποινα· Σαῖς δὲ λιταῖς Κόρη, ὁ Θεὸς ἐνοικισάτω ἡμῖν.

Πνευμάτων ἐνέργειαν, τῆς πονηρίας τοῦ σατανᾶ τε ὁμοῦ, συνοικεῖν τῷ ἀνθρώπῳ, διδάσκειν τούτους, καὶ Πνεῦμα τὸ ἀγαθόν, ἐξ ἀφροσύνης μιγνύονται ἄμικτα, τῆς βλασφημίας αὐτῶν, ῥῦσαι ἡμᾶς Ἀγαθή.

Λαλοῦσιν οἱ ἄθεοι, τὰ χείρῳ φύσει παρομαρτεῖν τοῖς βροτοῖς, καὶ πρὸς τούτῳ, δύο ψυχὰς κεκτῆσθαι, τὴν μὲν ἀνθρώποις κοινήν, τὴν δ’ αὖ οὐράνιον Ἄχραντε· Σὺ δὲ ψυχῇ τῇ ἐμῇ, δίδου αἱρεῖσθαι καλά.

κτρέπονται Δέσποινα, τὴν ἐργασίαν τὴν τῶν χειρῶν, ὡς πιστοῖς μὴ ἁρμόζουσαν, Παύλου νομοθετοῦντος, μηδὲ ἐσθίειν ἀργῶς, καὶ δυνατὸν νῦν τοῦ Πνεύματος δέξασθαι, ὡς ἐν αἰσθήσει φασὶ τὴν ὑπόστασιν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Κακῶς φρονῶν Ἀέτιος, μὴ δεῖν φέρειν ἐπέφηνεν, ὑπὲρ τεθνεώτων ὡς μηδέ τι ὄφελος· ἐκ τούτου καρποῦσθαι γάρ, μηδὲ πιστεύειν ἔφασκε δεῖν, ἔν τε τῇ τετράδι καὶ τῇ ἕκτῃ ἀφρόνως, Ἀρείῳ περὶ πίστιν καὶ αὐτὸν ἦν ὁμόφρων· Παντάνασσα τῆς τούτου, ῥῦσαί με ἀσεβείας.

ξ ἀσεβῶν δογμάτων ἦν, τῶν τοῦ Παύλου Θεόνυμφε, τοῦ Σαμωσατέως ἐξελοῦ τὴν ποίμνην Συ, Υἱὸν τὸν προάναρχον· προφορικὸν γὰρ λόγον εἰπών, καὶ δημιουργὸν τὸν Θεὸν κακῶς πνεῦμα, κεχρῆσθαι ὡς ὀργάνῳ, ἐδογμάτιζε τοῦτο, ἐκ Σῆς τε εἰληφέναι τοῦτον ἀρχὴν νηδύος.

ερωτάτων δόγμασι διδασκάλων ἑπόμενοι, δύο τὰς θελήσεις, καὶ διπλῆν ἐνέργειαν, Χριστοῦ ἐπιστάμεθα, σὺν τῷ Σεργίῳ Πύῤῥῳ ληρεῖν, καὶ τοὺς ὁμοδόξους Θεοτόκε ἐῶντες, τοὺς λέγοντας τὴν σάρκα, τοῦ Κυρίου ἀφρόνως ἀθέλητον ὑπάρχειν, ἐνέργειαν μὴ ἔχειν.

Μίαν ἀρχὴν κηρύσσει μέν, Ἀπελλῆς ὦ Παντάνασσα, ἕνα τε Θεὸν ὁμολογεῖ ἀνώτατον, τὸν ἕνα δὲ ἕτερον πεποιηκέναι αὖθις φησίν, ὃν ὡς πομηρὸς ὣν ἐκεῖνος, ἀχάριστον τε κτίσμα, πυρὸς ἄξιον μόνος.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Εἰκόνων τὴν προσκύνησιν τῶν σεπτῶν, ἀπεκώλυσε Λέων ὀ Ἴσαυρος, οὗτος ἀρχὴ, τῶν εἰκονομάχων γὰρ γεγονώς, Σὸν χαρακτῆρα πάντιμον, καὶ τὸν τοῦ Υἱοῦ Σου, τὸν τῆς σαρκός, κατέσπα Θεοτόκε, καὶ πάντων τῶν Ἁγίων, ἐξ ἀσεβείας ἧς ῥυσθείημεν.

Λαὸν ὃν ἐλυτρώσατο Σὸς Υἱός, βδελυρᾶς ῥῦσαι Κόρη αἱρέσεως νεοφανοῦς, τῆς τῶν Βογομίλων, οἷπερ φασί,      τὸ τοῦ ἀνθρώπου σῶμα μέν, μόνον πλάσμα εἶναι τοῦ πονηροῦ, ψυχὴ δὲ αὐτυγχάνειν, Θεοῦ ἐπου-ρανίου, κοινῶν δι’ ἀμφοῖν Θεὸν οὐ λέγουσιν.

Οὐκ εἶναι δογματίζουσι τὸν Υἱόν, οὐδὲ Πνεῦμα ἀρχῆθεν τὸ Ἅγιον, ὕστερον δέ, φέννημα Πατρὸς γενέσθαι Υἱόν, Υἱοῦ δὲ αὖθις γέννημα, Πνεῦμα τὸ Πανάγιον σφαλερῶς· ἡμεῖς δὲ καὶ τὰ τρία, συνάναρχα νοοῦμεν, καὶ προσκυνοῦμεν Θεονύμφευτε.

κ πάσης ὦ Παρθένε ποίμνην τὴν Σήν, καὶ δεινῆς ἀπιστήσας αἱρέσεως, τῶν Ἰταλῶν, δύο μὲν ἀρχὰς ἐπὶ τῆς μιᾶς, δογματιζόντων φύσεως, Πνεύματος διττῶς δὲ τοῦ παντουργοῦ, λεγόντων ἐκπορεύσεις, ξένως καὶ ἀσυνήθως, ὥνπερ τῆς πλάνης ἡμᾶς λύτρωσαι.