ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ, ΣΩΣΟΝ ΗΜΑΣ.
Ἰσχὺς καὶ ὀχύρωμα ἀνθρώπων, χαῖρε, ἄχραντε,
τόπε ἁγιάσματος τῆς δόξης∙ νέκρωσις ἄδου, νύμφων
ὁλόφωτε∙ Χαῖρε τῶν Ἀγγέλων χαρμονή∙
Χαῖρε ἡ βοήθεια τῶν πιστῶς δεομένων σου!
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων
σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλήψεως.
Τὴν πάσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ
τοῦ Θεοῦ, φύλαξόν
με ὑπὸ τὴν σκέπην σου.
Δι’εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.