Ὁμιλία Δημητρίου Παναγοπούλου
Ιδού ο Νυμφίος έρχεται
«Τη αγία και μεγάλη Δευτέρα, μνείαν ποιούμεθα του μακαρίου Ιωσήφ του
Παγκάλου, και της υπό του Κυρίου καταραθείσης και ξηρανθείσης Συκής»
Εἰς τήν μνήμην ταύτην τοῦ Ἰωσήφ ἐπισυνάπτεται καί ἡ ἱστορία τῆς ὑπό τοῦ Κυρίου, κατά τήν σήμερον τό πρωΐ, ιθ’ Μαρτίου, καταραθείσης καί ξηρανθείσης συκῆς διά τήν ἑαυτῆς ἀκαρπίαν. Εἰκόνιζε δέ αὕτη τῶν Ἰουδαίων τήν συναγωγήν, ἥτις, μή ἔχουσα τόν ἀπαιτούμενον καρπόν τῆς ἀρετῆς καί εὐσεβείας, ἐγυμνώθη πάσης χάριτος πνευματικῆς διά τῆς κατάρας.
[ἐκ τοῦ Μεγάλου Ὡρολογίου]
Ἀπολυτίκιον
Ἦχος πλ. δ’
Ἰδοῦ ὁ Νυμφίος ἔρχεται, ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Κοντάκιον
Ἦχος πλ.δ’ [Ὡς ἀπαρχὰς της φύσεως]
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν· καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε, ταῖς ἡδοναῖς μὴ δουλεύσας ἀντεδοξάζετο, παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.