Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τρίτη 23 Απριλίου 2019

Προσευχὴ ἁμαρτωλοῦ πρὸ τοῦ Σταυροῦ, ἐξαιρέτως τῇ ἁγίᾳ καὶ Μεγάλῃ Παρασκευῇ

Προσευχὴ ἁμαρτωλοῦ πρὸ τοῦ Σταυροῦ, ἐξαιρέτως τῇ ἁγίᾳ καὶ Μεγάλῃ Παρασκευῇ

Ἐπισκόπου Λήδρας Ἐπιφανίου, Ἡγουμένου Ἱ. Μ. Μαχαιρᾶ

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεὸς ἡμῶν, ὁ θέλων δοῦναι τοῖς ἀνθρώποις τὴν μακαρίαν ἀπόλαυσιν εἶναι μετὰ τοῦ Πατρός σου καὶ τοῦ Πνεύματος τοῦ Παναγίου, ὁ καταδεχθεὶς ἀπεριγράπτως σάρκα λαβεῖν καὶ μετὰ τοῖς ἀνθρώποις ἐνδιατρίψαι μὴ χωρισθεὶς τοῦ Πατρός, ὁ δοὺς ἑαυτὸν τύπον πᾶσι καὶ ὑπογραμμόν, ὁ θέλων ἑλκύσαι πάντας πρὸς σεαυτόν, καὶ ἐνδόξους ποιήσαι πάντας τῇ σῇ χάριτι. Οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου ὃ ἐποίησας, ἀγαθέ, ἀλλ᾽ ἐπεσκέψω αὐτὸ αὐτοπροσώπως, καὶ ἐμπολιτευσάμενος αὐτῷ παρέδωκας σεαυτὸν ἑκουσίως εἰς τὸ σταυρωθῆναι, ἵνα ἀνυψούμενος ἐπὶ τοῦ Σταυροῦ, συνανυψώσῃς αὐτό, τοὐτέστι τὴν ἀνθρωπίνην φύσιν, εἰς τοὺς ἀπεριγράπτους κόλπους τοῦ Πατρός. Ὅθεν διὰ τὴν ἡμετέραν σωτηρίαν ὑπέμεινας τὴν προδοσίαν, τὸ τοῦ Ἰούδα φίλημα, τὰ ραπίσματα, τοὺς ἐμπτυσμούς, τοὺς κολαφισμούς, τοὺς γέλωτας, τὴν ἐξουδένωσιν, τὴν ὕβριν, τὸν κάλαμον, τὴν χλαῖναν, τὴν μαστίγωσιν, τὴν φραγγέλωσιν, τὸν ἀκάνθινον στέφανον, τὸν Σταυρόν, τοὺς ἥλους, τὸ ὄξος, τὴν λόγχην, τὴν ἀναίδειαν, τὴν ἀχαριστίαν, τὸν θάνατον, τὴν ταφήν, ἵνα σύνολον τὸ πεπτωκὸς θεραπεύσῃς καὶ ἀποκαταστήσῃς οὐχὶ εἰς τὴν πρώτην δόξαν, ἀλλ᾽ εἰς ἑτέραν ἀνωτέραν, λαμπροτέραν, ἐνδοξοτέραν, δικαιώσῃς δὲ τὴν ἀνθρωπίνην φύσιν παρὰ τῷ Πατρί, τὰ πάντα πληρῶν, ἐν ὑπακοῇ ἄκρᾳ πολιτευσάμενος. Μετὰ δὲ ταῦτα πάντα, προσκαλεσάμενος ἡμᾶς πρὸς σεαυτόν, λέγων «ἀκολούθει μοι», τὸ αὐτεξούσιον ἑκάστου διαφυλάττων, ἐπιποθεῖς πάντας εἶναι μετὰ σοῦ, ἀπολαμβάνοντας τὴν μακαριότητα τῆς σῆς δόξης τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Οὐκοῦν καὶ ἡμεῖς, ρερυπωμένοι τῷ σώματι ὑπάρχοντες καὶ κατεστιγμένοι τῇ ψυχῇ εὑρισκόμενοι, πάντα τὰ προειρημένα πάθη πολλάκις ἐπιτελέσαντες τῇ προαιρέσει, προσερχόμεθα πένητες καὶ ἁμαρτωλοὶ ἐνώπιον τοῦ ταπεινωτικοῦ μὲν τῷ σχήματι, ὑπερδεδοξασμένου δὲ τῷ πράγματι Σταυροῦ σου, καὶ μὴ ἔχοντες ἔνδυμα γάμου ἀρετῆς, μηδὲ δάκρυα μετανοίας, ὡς ἀλόγως νοημονοῦντες καὶ ἀφρόνως διάγοντες, ἐν σιωπῇ γονυπετοῦντες καὶ ἐν κραυγῇ ἰσχυρᾷ ἀπευθυνόμενοι πρὸς σὲ τὸν Κύριον ἡμῶν, παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομέν σε τὸν Σωτῆρα τοῦ κόσμου, τὴν ἀνεξίκακόν σου συμπάθειαν καὶ τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου ἐκλιπαροῦντες εἷς ἕκαστος ἐξ ἡμῶν· Ἱλάσθητι ἐμοὶ τῷ ἁμαρτωλῷ, φεῖσαι τοῦ πλάσματός σου ὁ Θεός, ἔντειλαι τοῖς ἀγγέλοις σου τοῖς ἀγαθοῖς αἴρειν τὸν λίθον τῆς πωρώσεως ἐκ τῆς ἐμῆς καρδίας, λῦσόν μου τὴν σκοτόμαιναν τοῦ νοός, ἐγχάραξον εἰς τὴν ἐμὴν καρδίαν τὸν νόμον τοῦ Πνεύματός σου καὶ τὸν λόγον τῆς χάριτός σου, ἐνίσχυσόν με εἰς τὴν τήρησιν τῶν ἐντολῶν σου, ὅτι ἐν αὐταῖς ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἄξιον τέκνον τῆς σῆς ἀγάπης ἀνάδειξόν με καὶ τῆς μετὰ σοῦ ἐνδόξου μακαριότητος τῶν δικαίων συναρίθμησόν με, ὅπως δοξάζω, ἀνυμνῶ, εὐχαριστῶ καὶ μεγαλύνω τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δευτέρα 22 Απριλίου 2019

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ

Μεγάλη Δευτέρα

Ὁμιλία Δημητρίου Παναγοπούλου

                                                      ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ
Ιδού ο Νυμφίος έρχεται
«Τη αγία και μεγάλη Δευτέρα, μνείαν ποιούμεθα του μακαρίου Ιωσήφ του Παγκάλου, και της υπό του Κυρίου καταραθείσης και ξηρανθείσης Συκής»
Ἀπό τῆς σήμερον ἄρχονται τά ἅγια πάθη τοῦ Σωτῆρος ἡμῶν καί πρῶτον πάντων λαμβάνεται εἰς τύπον αὐτοῦ Ἰωσὴφ ὁ πάγκαλος. Ἦν δὲ οὗτος υἱός τοῦ Ἰακὼβ ἑνδέκατος ὅστις φθονηθείς ὑπό τῶν ἰδίων ἀδελφῶν καί εἰς λάκκον βληθείς, εἴτα πωληθείς εἰς ἀλλοφύλους, καί ὑπ’ ἐκείνων πάλιν εἰς Αἴγυπτον, καί διά τήν σωφροσύνην ἑαυτοῦ συκοφαντηθείς καί εἰς φυλακήν καταδικασθείς, καί τελευταῖον ἐξαχθείς ἐκεῖθεν μετά δόξης πολλῆς καί τιμηθείς ὡς βασιλεύς, καί γενόμενος κύριος πάσης γῆς Αἰγύπτου καί σιτοδότης παντός τοῦ λαοῦ, διά τούτων πάντων ἐτύπωσεν εἰς ἑαυτόν τά πάθη καί τήν μετά ταῦτα δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Εἰς τήν μνήμην ταύτην τοῦ Ἰωσήφ ἐπισυνάπτεται καί ἡ ἱστορία τῆς ὑπό τοῦ Κυρίου, κατά τήν σήμερον τό πρωΐ, ιθ’ Μαρτίου, καταραθείσης καί ξηρανθείσης συκῆς διά τήν ἑαυτῆς ἀκαρπίαν. Εἰκόνιζε δέ αὕτη τῶν Ἰουδαίων τήν συναγωγήν, ἥτις, μή ἔχουσα τόν ἀπαιτούμενον καρπόν τῆς ἀρετῆς καί εὐσεβείας, ἐγυμνώθη πάσης χάριτος πνευματικῆς διά τῆς κατάρας.
[ἐκ τοῦ Μεγάλου Ὡρολογίου]

Ἀπολυτίκιον
Ἦχος πλ. δ’
Ἰδοῦ ὁ Νυμφίος ἔρχεται, ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Κοντάκιον
Ἦχος πλ.δ’ [Ὡς ἀπαρχὰς της φύσεως]
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν· καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε, ταῖς ἡδοναῖς μὴ δουλεύσας ἀντεδοξάζετο, παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.

Τετάρτη 10 Απριλίου 2019

Ἀπόσπασμα ἀπὸ τὸν Μεγἀλον Κανόνα


                                Ἀπόσπασμα ἀπὸ τὸν Μεγἀλον Κανόνα


«Ἴδετε, ἴδετε,
» ὅτι ἐγώ εἰμι Θεός,
» ὁ μάννα ἐπομβρήσας
» καὶ τὸ ὕδωρ ἐκ πέτρας
» πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
» τῇ μόνῃ δεξιᾷ
» καὶ τῇ ἰσχύι τῇ ἐμῇ.

Ἴδετε, ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός·
ἐνωτίζου, ψυχή μου,
τοῦ Κυρίου βοῶντος·
καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,
καὶ φοβοῦ ὡς δικαστὴν
καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης,
πολυαμάρτητε ψυχή;
εἰμὴ τῷ πρώτῳ Κάϊν,
καὶ τῷ Λάμεχ ἐκείνῳ,
λιθοκτονήσασα τὸ σῶμα κακουργίαις
καὶ κτείνασα τὸν νοῦν
ταῖς παραλόγοις ὁρμαῖς.

Πάντας τοὺς πρὸ νόμου
παραδραμοῦσα, ὦ ψυχή,
τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸν Ἐνὼς ἐμιμήσω,
οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε·
ἀλλ᾿ ὤφθης πενιχρὰ
τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας
τοὺς καταρράκτας τῆς ὀργῆς
τοῦ Θεοῦ σου, ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν,
ὡς γῆν, τὴν σάρκα καὶ τὰς πράξεις καὶ τὸν βίον·
καὶ ἔμεινας ἐκτὸς
τῆς σωστικῆς Κιβωτοῦ.

Ἄνδρα ἀπέκτεινα,
φησίν, εἰς μώλωπα ἐμοί,
καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα·
σὺ δὲ οὐ τρέμεις, ὦ ψυχή μου, ρυπωθεῖσα
τὴν σάρκα καὶ τὸν νοῦν
κατασπιλώσασα.

Ὢ πῶς ἐζήλωσα
Λάμεχ τὸν πρῴην φονευτήν,
τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον,
ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς,
ταῖς φιληδόνοις ὁρμαῖς!

Πύργον ἐσοφίσω
οἰκοδομῆσαι, ὦ ψυχή,
καὶ ὀχύρωμα πῆξαι
ταῖς σαῖς ἐπιθυμίαις,
εἰμὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν
τὰ μηχανήματά σου.

Τέτρωμαι, πέπληγμαι·
ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ
τὰ καταστίξαντά μου
τὴν ψυχὴν καὶ τὸ σῶμα·
ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις
βοῶσοι τὰς πληγὰς
τῶν αὐθαιρέτων μου παθῶν.

Ἔβρεξε Κύριος
παρὰ Κυρίου πῦρ ποτε,
ἀνομίαν ὀργῶσαν
πυρπολήσας Σοδόμων·
σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις, ψυχή,
συγκατακαίεσθαι πικρῶς.

Γνῶτε καὶ ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός,
ὁ ἐρευνῶν καρδίας
καὶ κολάζων ἐννοίας,
ἐλέγχων πράξεις καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανὸν
καὶ ταπεινὸν καὶ πτωχόν.

Δόξα.

Ἄναρχε, ἄκτιστε
Τριάς, ἀμέριστε Μονάς,
μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον·
σόν εἰμι πλάσμα· μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ῥῦσαι
τοῦ πυρὸς τῆς καταδίκης με.