Προσευχὴ τοῦ Ἁγίου Νεκταρίου πρὸς τὴν Παναγίαν
Δέσποινα παντευλόγητε, Ὑπέρβαινε Παρθένε,
Παράδεισε πανθαύμαστε,
κῆπε καλλωπισμένε,
Σὲ δυστροπῶ, Πανάχραντε, χαρίτωσον τὸν νοῦν μου,
κατεύθυνον τὰς σκέψεις μοῦ, φώτισον τὴν ψυχὴν μοῦ.
Κόρη μὲ ποίησον ἁγνόν, πράον,
σεμνόν, ἀνδρεῖον,
ἀνησυχιῶν
καὶ κόσμιον, εὐθύν, ὅσιον, θεῖον,
ἐπιεικῆ, μακρόθυμον,
τῶν ἀρετῶν δοχεῖον,
ἄμεμπτον, ἀνεπίληπτον,
τῶν ἀγαθῶν ταμεῖον.
Δὸς μοι σοφίαν,
σύνεσιν καὶ μετριοφροσύνην,
φρόνησιν καὶ ἁπλότητα
καὶ ταπεινοφροσύνην.
Δὸς μοι νηφαλιότητα, ὄμμα πεφωτισμένον,
διάνοιαν ὁλόφωτον,
πνεῦμα ἐξηγνισμένον.
Ἀπέλασον τὴν οἴησιν, τὴν ὑπερηφάνειαν,
τὸν τύφον, τὴν φυσίωσιν, καὶ τὴν ἀλαζονείαν,
τὴν ὕβριν,
τὸ ἀγέρωχον, τὴν ὑψηλοφροσύνην,
γλώσσα μεγαλορρήμονα,
ἰσχυρογνωμοσύνην.
Τὴν ἀστασία τὴν φρικτήν, τὴν περιττολογίαν,
τὴν πονηρίαν
τὴν πολλήν, καὶ τὴν αἰσχρολογίαν.
Χαρίσασάὶ μοι, Πανάχραντε, τὴν ἠθικὴν ἀνδρείαν, τὸ θάρρος,
τὴν εὐστάθειαν, δὸς μοι τὴν καρτερίαν.
Δὸς μοι τὴν αὐταπάρνησιν, τὴν ἀφιλαργυρίαν, ζῆλον μετ'ἐπιγνώσεως
καὶ ἀμνησικακίαν.
Δὸς μοι ἀκεραιότητα, εὐγένειαν καρδίας,
πνεῦμα
εὐθές, εἰρηνικόν, καὶ πνεῦμα ἀληθείας.
Φυγάδευσον, Πανάχραντε, τὰ πάθη τῆς καρδίας,
τὰ πολυώνυμα, Ἁγνή,
τῆς ἠθικῆς δειλίας.
Τὴν ἀνανδρίαν τὴν αἰσχράν, τὸ θράσος, τὴν δειλίαν,
τὴν ἀτολμίαν τὴν δεινὴν
καὶ τὴν ἀπελπισίαν.
Ἆρον μοι, Κόρη, τὸν θυμὸν καὶ πᾶσαν ραθυμίαν,
τὴν ἀθυμία, τὴν ὀργήν,
ὡς καὶ τὴν ὀκνηρίαν.
Τὸν φθόνον, τὴν ἐμπάθειαν, τὸ μίσος, τὴν κακίαν,
τὴν μῆνιν, τὴν ἐκδίκησιν καὶ τὴν
μνησικακίαν.
Τὴν ἔριδα τὴν εὐτελὴ καὶ τὴν πολυλογίαν,
τὴν γλωσσολογίαν τὴν δεινὴν
καὶ τὴν βωμολοχίαν.
Δὸς μοι, Παρθένε, αἴσθησιν, δὸς μοι εὐαισθησίαν.
Δὸς μοι συναίσθησιν πολλὴν καὶ εὐσυνειδησίαν.
Δὸς μοι, Παρθένε, τὴν χαρὰν Πνεύματος τοῦ Ἁγίου.
Δὸς μοι εἰρήνην τὴ ψυχή, εἰρήνην τοῦ Κυρίου.
Δὸς μοι ἀγάπην, ἔρωτα θεῖον, ἐξηγηγνισμένον,
πολύν, θερμὸν καὶ καθαρὸν καὶ ἐξηγιασμένον.
Δὸς πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἁγνήν, ἁγίαν,
ἐλπίδα ἀδιάσειστον, βεβαίαν
καὶ ὁσίαν.
Ἆρον ἀπ'ἐμοῦ, Παρθένε, τὸν κλοιὸν τῆς ἁμαρτίας,
τὴν ἀμέλειαν, τὴν
μέθην, τὴν ἀνελεημοσύνην,
τὰς κακὰς ἐπιθυμίας,
τὴν δεινὴν ἀκολασίαν,
γέλωτας τῆς ἀσελγείας
καὶ τὴν πᾶσαν κακουργίαν.
Σωφροσύνην δὸς μοι, Κόρη, δὸς ἐγκράτειαν, νηστείαν,
προσοχὴν καὶ ἀγρυπνίαν καὶ ὑπακοὴν τελείαν.
Δὸς μοι προσοχὴν ἐν πᾶσι καὶ διάκρισιν ὀξείαν,
σιωπὴν καὶ εὐκοσμίαν,
καὶ ὑπομονὴν ὁσίαν.
Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρὸς
ἐργασίαν, πρὸς τελείωσιν καὶ ζῆλον ἀρετῶν
πρὸς γυμνασίαν.
Τὴν ψυχὴν μοῦ, τὴν καρδίαν καὶ τὸν νοῦν μοῦ, Παναγία,
τήρει ἐν ἁγιωσύνη, φύλαττε ἐν
παρθενίᾳ.