Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Κυριακή 29 Ιουλίου 2012

Ὀ Χριστὸς πρὸς τοὺς οἰκουμενιστάς


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι οἰκοδομεῖτε ἐν ταῖς πόλεσι ναοὺς μεγαλοπρεπεῖς, καταλύετε δὲ διὰ τῶν σκανδάλων σας τὴν πίστιν ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων.

Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ἑορτάζετε τοὺς ἁγίους ἐν ταῖς πανηγύρεσιν ὑμῶν, λόγοις δὲ καὶ ἔργοις ὑμῶν ἀτιμάζετε αὐτούς.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ὁμιλεῖτε περὶ ἀγάπης καὶ ἑνότητος μετὰ τῶν αἱρετικῶν, τοὺς δὲ ᾿Ορθοδόξους μισεῖτε καὶ διώκετε.

Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, οἱ ἀγαπολογοῦντες διὰ παντός, ἡμέρας τε καὶ νυκτός, οἱ ὑπερτονίζοντες τὴν ἀγάπην τοῦ Πατρός μου καὶ ἀποκρύπτοντες τὴν δικαιοσύνην καὶ τὴν κρίσιν του, οἱ διαγράψαντες τὰς λέξεις ἁμαρτία, ὀργὴ Θεοῦ, κόλασις καὶ μετάνοια ἐκ τοῦ λεξιλογίου ὑμῶν, ἵνα ἀρέσητε τοῖς ἀνθρώποις. ῾Οδηγοὶ τυφλοί! Οἱ περιπατοῦντες ἐν τῇ σκοτίᾳ τοῦ οἰκουμενισμοῦ καὶ δοκοῦντες φῶς εἶναι τῷ κόσμῳ, οἱ θεολόγους ὀνομάζοντες ἑαυτούς, τὴν δὲ ᾿Ορθόδοξον θεολογίαν ἀρνησάμενοι. Δοῦλοι πονηροὶ καὶ ἀνάξιοι!
Οὐκ ἀνέγνωτε, ὅτι «ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς»;

Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, οἱ καταλύοντες τοὺς Κανόνας τῆς ᾿Εκκλησίας καὶ συμπροσευχόμενοι παρανόμως μετὰ τῶν αἱρετικῶν. Μωροὶ καὶ τυφλοί! Οὐ βλέπετε, ὅτι, ὅσον ὑμεῖς συμπροσεύχεσθε μετ᾿ αὐτῶν, τοσοῦτον οὗτοι ἀπομακρύνουν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας μου;


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ἀπαιτεῖτε ὑπακοὴν τυφλὴν ἀπὸ τὸν λαόν μου εἰς τὰ ἄδικα καὶ παράνομα κελεύσματα ὑμῶν, ὑμεῖς δὲ λακτίζετε ὡς ἡμίονοι κατὰ τοῦ θελήματος τοῦ Πατρός μου.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι καταλείπετε τὰ ἐμὰ πρόβατα καὶ ἐναγκαλίζεσθε τοὺς λύκους. Ποιμένες ψευδεῖς καὶ μισθωτοί! Οἱ διαφθείροντες τὸν ἀμπελῶνά μου, οἱ μολύνοντες τὴν μερίδα μου μολυσμῷ οἰκουμενιστικῷ, οἱ δίδοντες τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον πανθρησκείας ᾿Αντιχρίστου. Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεένης;


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ὠνομάσατε τὰς αἱρέσεις ᾿Εκκλησίας, ἴσας αὐτὰς ποιήσαντες τῇ ἁγίᾳ καὶ ἀμώμῳ ᾿Εκκλησίᾳ μου, ἣν περιεποιησάμην διὰ τοῦ ἐμοῦ αἵματος.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι διοργανώνετε συνέδρια κατὰ παραθρησκειῶν τε καὶ αἱρέσεων νεοφανῶν, συνεργάζεσθε δὲ ἀγαστῶς μετὰ τῶν παλαιῶν τοιούτων, τῶν ὑπὸ τῶν Πατέρων καταδεδικασμένων.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Πλανᾶτε γὰρ τοὺς ἑτεροδόξους πλάνην οἰκτρὰν καλοῦντες ᾿Εκκλησίας τὰς αὐτῶν συναγωγὰς τοῦ Σατανᾶ καὶ βεβαιοῦντες αὐτούς, ὅτι βεβαπτισμένοί εἰσι καὶ ὁδὸν ἀσφαλῆ τε καὶ βεβαίαν ἀκολουθοῦσιν.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι προπαρασκευάζετε Σύνοδον ἁγίαν τε καὶ μεγάλην οὐχὶ ἵνα δώσητε, ὡς λέγετε, μαρτυρίαν ᾿Ορθόδοξον ἐν τῷ κόσμῳ, ἀλλ᾿ ἵνα καταλύσητε τὰς ἐντολάς μου καὶ ἀκυρώσητε τὰ προστάγματά μου.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι μεριμνᾶτε καὶ τυρβάζεσθε περὶ τὸ φυσικὸν περιβάλλον μᾶλλον ἢ τὸ πνευματικόν· περὶ τὰ δάση τῆς γῆς μᾶλλον, ἅτινα κατακαυθήσονται πυρὶ διὰ τὰς ἀνομίας αὐτῆς, καὶ οὐχὶ περὶ τὰς ψυχὰς τῶν ἀνθρώπων, τῶν μελλόντων κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρα νῶν· περὶ τὰ κτήνη καὶ ἑρπετὰ μᾶλλον τὰ ἀφανιζόμενα ἢ περὶ τὰ ἀνθρώπινα ἔμβρυα τὰ ἐκτρώσεσι φρικτῶς σφαγιαζόμενα. Κύνες ἐνεοί, μὴ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι, ἱνατὶ οὐκ ἐλέγχετε τὴν γενοκτονίαν ταύτην;


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ὑποκρίνεσθε τοὺς ὑπερασπιστὰς τῶν δικαιωμάτων τῶν ἀνθρώπων ἐν τοῖς κοινοβουλίοις τῶν ἐθνῶν, ἀφορίζετε δὲ ἀναπολογήτους τοὺς ἐλέγχοντας τὰς ἀνομίας ὑμῶν.


Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι ἀφωρίσατε δοῦλόν μου ὑπερασπιστὴν τοῦ ὀνόματός μου, ἄνευ ἀπολογίας κατακρίναντες αὐτόν.
Εἴπατε ἐν ἑαυτοῖς· ἔστω ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαι οσύνης· δεῦτε ἀφορίσωμεν αὐτόν, ὅτι δύσ χρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου, βαρύς ἐστι ἡμῖν καὶ βλεπόμενος. ῎Αδικοι καὶ ἄνομοι! Οὐκ οἴδατε, ὅτι κατάρα ἄδικος ἐξελθοῦσα καὶ μὴ εὑροῦσα τόπον ἐπιστρέφει εἰς τὸν πέμψαντα αὐτήν;

Οὐαὶ ὑμῖν, οἰκουμενισταὶ ὑποκριταί, ὅτι τὸ Κοράνιον ἀντὶ τοῦ Εὐαγγελίου μου δωρίζετε τοῖς ἀν θρώποις· ἱερὸν δὲ ὀνομάζετε αὐτό! Εἰ πιστεύετε τὸ Κοράνιον ἱερὸν εἶναι, ἐμὲ ἀρνεῖσθε καὶ τὸ Εὐαγγέλιόν μου· εἰ δὲ πιστεύετε, ὅτι πλάνη ἐστὶ καὶ ψεῦδος, ὀνομάζετε δὲ αὐτὸ ἱερόν, ἵνα ἀρέσητε τοῖς ἀλλοδόξοις, ὑποκρίνεσθε, καὶ τοὺς δεχομένους τὸ δῶρον τῆς ὑποκρίσεως ὑμῶν πλανᾶτε καὶ ἀγάπην οὐκ ἔχετε ἐν ἑαυτοῖς.


Μετενόησαν οἱ γραμματεῖς καὶ Φαρισαῖοι μετὰ τὰ φοβερὰ ἐκεῖνα «οὐαί», ποὺ ἐξαπέλυσεν ὁ Χριστὸς ἐναντίον τους; Δυστυχῶς, ὄχι. ᾿Αντὶ νὰ μετανοήσουν, «συνεβουλεύσαντο ἵνα τὸν ᾿Ιησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσι». Θὰ μετανοήσουν οἱ οἰκουμενισταὶ ἀπὸ τὸν ἔλεγχο, ποὺ ἀσκεῖται ἐναντίον τους; ᾿Εὰν ἐρωτούσαμε τὸν Μέγα Βασίλειο, θὰ μᾶς ἀπαντοῦσε· «Οὔτε Αἰθίοψ ἀλλάξει τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως»!

Δικαιούμεθα ἐμεῖς σήμερα νὰ εἴμεθα αἰσιοδοξότεροι τοῦ οὐρανοφάντορος καὶ μεγίστου φωστῆρος τῆς Καισαρείας Βασιλείου, ὅταν αὐτό, ποὺ καλοῦνται οἱ οἰκουμενισταὶ νὰ ἀποκηρύξουν, δὲν εἶναι μία αἵρεσις, ἀλλὰ παναίρεσις;


Tοῦ κ. Χρήστου Κ. Λιβανοῦ.