Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 17 Δεκεμβρίου 2011

Βραδυνή Προσευχή: Τὸ Μικρὸν Ἀπόδειπνον

Βραδυνή Προσευχή:  Τὸ Μικρὸν Ἀπόδειπνον

Τὸ Μικρὸ Ἀπόδειπνο τελεῖται πάντα βράδυ πρὶν τὸν ὕπνο καὶ κλείνει μὲ αὐτὸ ἡ περίοδος τῶν καθ’ ἡμέραν ἀκολουθιῶν.

Στὰ μοναστήρια τελεῖται στὸ ναό.
Ἀπὸ τοὺς πιστοὺς τελεῖται κατ’ οἶκον πρὶν τὸν ὕπνον.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Ὁ Ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε· νῦν, καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ Ἱ­ε­ρεύς· Δό­ξα σοι Χρι­στέ, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρών, καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν, καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν, καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος, καὶ σῶ­σον, Ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν. Ἀ­μήν.

Ὁ Ἀ­να­γνώ­στης· Ἅ­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς (ἐκ τρί­του).
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.
Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου. Ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου. Γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον. Καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν. Καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ Ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν. Κύ­ρι­ε, ἐ­λέ­η­σον (ιβ´).
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ. Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ. Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Ψαλ­μὸς Ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νον με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου, καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μου ἐ­στὶ δι­ὰ παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα· ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοὶ ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ὼν καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰ καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ψαλ­μὸς ΞΘ´ (69).

Ὁ Θε­ός, εἰς τὴν βο­ή­θει­άν μου πρό­σχες· Κύ­ρι­ε, εἰς τὸ βο­η­θῆ­σαί μοι σπεῦ­σον. Αἰ­σχυν­θή­τω­σαν καὶ ἐν­τρα­πή­τω­σαν οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου. Ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω καὶ κα­ται­σχυν­θή­τω­σαν οἱ βου­λό­με­νοί μοι κα­κά. Ἀ­πο­στρα­φή­τω­σαν πα­ραυ­τί­κα αἰ­σχυ­νό­με­νοι οἱ λέ­γον­τές μοι· εὖ­γε, εὖ­γε. Ἀ­γαλ­λι­ά­σθω­σαν καὶ εὐ­φραν­θή­τω­σαν ἐ­πὶ σοὶ πάν­τες οἱ ζη­τοῦν­τές σε, ὁ Θε­ός. Καὶ λε­γέ­τω­σαν δι­ὰ παν­τός· Με­γα­λυν­θή­τω ὁ Κύ­ρι­ος, οἱ ἀ­γα­πῶν­τες τὸ σω­τή­ρι­όν σου. Ἐ­γὼ δὲ πτω­χός εἰ­μι καὶ πέ­νης· ὁ Θε­ός, βο­ή­θη­σόν μοι. Βο­η­θός μου καὶ ῥύ­στης μου εἶ σύ, Κύ­ρι­ε, μὴ χρο­νί­σῃς.

Ψαλ­μὸς ΡΜΒ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου· Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου, καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου. Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γὼ δοῦ­λός σου εἰ­μί.

Δο­ξο­λο­γί­α μι­κρά.

Σοὶ δό­ξα πρέ­πει, Κύ­ρι­ε ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν. Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι δι­ὰ τὴν με­γά­λην σου δό­ξαν. Κύ­ρι­ε βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ ἅ­γι­ον Πνεῦ­μα. Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου. Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν. Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος. Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γεν­νή­θης ἡ­μῖν ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι. Κύ­ρι­ε, πρός σε κα­τέ­φυ­γον, δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Ὅ­τι πα­ρὰ σοί πη­γὴ ζω­ῆς, ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς. Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε. Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ νυ­κτὶ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν. Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα, συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε, φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου. Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς. Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ Σύμ­βο­λον τῆς Πί­στε­ως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τὸν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα, καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν. Καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

Εἰ βού­λει λέ­γε τοὺς Χαι­ρε­τι­σμοὺς
εἰς τὴν Ὑ­πε­ρα­γί­αν Θε­ο­τό­κον.

Ἄ­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον, καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως, Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον σὲ με­γα­λύ­νο­μεν.
Με­τὰ δὲ ταῦ­τα· Τρι­σά­γι­ον. Δό­ξα. Καὶ νῦν. Πα­να­γί­α Τρι­άς. Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´). Δό­ξα. Καὶ νῦν. Πά­τερ ἡ­μῶν. Ὅ­τι σοῦ ἐ­στιν.

Εἶ­τα τὸ Κον­τά­κι­ον τῆς ἑ­ορ­τῆς ἢ τῆς ἡ­μέ­ρας, ἢ τὰ πα­ρόν­τα τρο­πά­ρι­α.

Τρο­πά­ρι­ον. Ἦ­χος δ´.

Ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, ὁ ποι­ῶν ἀ­εὶ μεθ᾿ ἡ­μῶν κα­τὰ τὴν σὴν ἐ­πι­εί­κει­αν, μὴ ἀ­πο­στή­σῃς τὸ ἔ­λε­ός σου ἀφ᾿ ἡ­μῶν, ἀλ­λὰ ταῖς αὐ­τῶν ἱ­κε­σί­αις, ἐν εἰ­ρή­νῃ κυ­βέρ­νη­σον τὴν ζω­ὴν ἡ­μῶν.
Τῶν ἐν ὅ­λῳ τῷ κό­σμῳ μαρ­τύ­ρων σου, ὡς πορ­φύ­ραν καὶ βύσ­σον τὰ αἵ­μα­τα, ἡ Ἐκ­κλη­σί­α σου στο­λι­σα­μέ­νη, δι᾿ αὐ­τῶν βο­ᾷ σοι, Χρι­στὲ ὁ Θε­ός, τῷ λα­ῷ σου τοὺς οἰ­κτιρ­μοὺς σου κα­τά­πεμ­ψον, εἰ­ρή­νην τῇ πο­λι­τεί­ᾳ σου δώ­ρη­σαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέ­γα ἔ­λε­ος.
Δό­ξα.
Με­τὰ τῶν Ἁ­γί­ων ἀ­νά­παυ­σον, Χρι­στέ, τὰς ψυ­χὰς τῶν δού­λων σου, ἔν­θα οὐκ ἔ­στι πό­νος, οὐ λύ­πη, οὐ στε­ναγ­μός, ἀλ­λὰ ζω­ὴ ἀ­τε­λεύ­τη­τος.
Καὶ νῦν.

Τῇ πρε­σβεί­ᾳ Κύ­ρι­ε, πάν­των τῶν Ἁ­γί­ων, καὶ τῆς Θε­ο­τό­κου, τὴν σὴν εἰ­ρή­νην δὸς ἡ­μῖν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς, ὡς μό­νος οἰ­κτίρ­μων.

Εἶ­τα τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (μ´), καὶ τὴν εὐ­χὴν ταύ­την.

Ὁ ἐν παν­τὶ και­ρῷ, καὶ πά­σῃ ὥ­ρᾳ, ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος, καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· Αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις, καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου· τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον, τὰ σώ­μα­τα ἅ­γνι­σον, τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον, τὰς ἐν­νοί­ας κά­θα­ρον, καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου Ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι, καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Τὴν Τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον, σὲ με­γα­λύ­νο­μεν.
Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου, εὐ­λό­γη­σον Πά­τερ.

Ὁ Ἱ­ε­ρεύς· Ὁ Θε­ὸς οἰ­κτει­ρῆ­σαι ἡ­μᾶς, καὶ εὐ­λο­γῆ­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.

Καὶ τὰς ἑ­πο­μέ­νας Εὐ­χάς·

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Καὶ πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν Πα­να­γί­α Παρ­θέ­νε.

Εὐ­χὴ εἰς τὴν Ὑ­πε­ρα­γί­αν Θε­ο­τό­κον.
(Ποί­η­μα Παύ­λου Μο­να­χοῦ Μο­νῆς τῆς Εὐ­ερ­γέ­τι­δος)

Ἄ­σπι­λε, ἀ­μό­λυν­τε, ἄ­φθο­ρε, ἄ­χραν­τε, ἁ­γνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να, ἡ Θε­ὸν Λό­γον τοῖς ἀν­θρώ­ποις, τῇ πα­ρα­δό­ξῳ σου κυ­ή­σει, ἑ­νώ­σα­σα, καὶ τὴν ἀ­πω­σθεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν τοῖς οὐ­ρα­νί­οις συ­νά­ψα­σα, ἡ τῶν ἀ­πηλ­πι­σμέ­νων μό­νη ἐλ­πίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θει­α, ἡ ἑ­τοί­μη ἀν­τί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χόν­των, καὶ πάν­των τῶν Χρι­στι­α­νῶν τὸ κα­τα­φύ­γι­ον, μὴ βδε­λύ­ξῃ με τὸν ἁ­μαρ­τω­λόν, τὸν ἐ­να­γῆ, τὸν αἰ­σχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅ­λον ἐ­μαυ­τὸν ἀ­χρει­ώ­σαν­τα, καὶ τῇ τῶν ἡ­δο­νῶν τοῦ βί­ου ῥᾳ­θυ­μί­ᾳ γνώ­μης, δοῦ­λον γε­νό­με­νον. Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θε­οῦ Μή­τηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ καὶ ἀ­σώ­τῳ, καὶ δέ­ξαι μου τὴν ἐκ ῥυ­πα­ρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, καὶ τὸν σὸν Υἱ­όν, καὶ ἡ­μῶν Δε­σπό­την καὶ Κύ­ρι­ον, τῇ μη­τρι­κῇ σου παῤ­ῥη­σί­ᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, ἵ­να ἀ­νοί­ξῃ κἀ­μοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὑ­τοῦ ἀ­γα­θό­τη­τος, καί, πα­ρι­δών μου τὰ ἀ­να­ρίθ­μη­τα πταί­σμα­τα, ἐ­πι­στρέ­ψῃ με πρὸς με­τά­νοι­αν, καὶ τῶν αὑ­τοῦ ἐν­το­λῶν ἐρ­γά­την δό­κι­μον ἀ­να­δεί­ξῃ με. Καὶ πά­ρε­σό μοι ἀ­εὶ ὡς ἐ­λε­ή­μων, καὶ συμ­πα­θής, καὶ φι­λά­γα­θος, ἐν μὲν τῷ πα­ρόν­τι βί­ῳ, θερ­μὴ προ­στά­τις καὶ βο­η­θός, τὰς τῶν ἐ­ναν­τί­ων ἐ­φό­δους ἀ­πο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦ­σά με, καὶ ἐν τῷ και­ρῷ τῆς ἐ­ξό­δου μου, τὴν ἀ­θλί­αν μου ψυ­χὴν πε­ρι­έ­που­σα, καὶ τὰς σκο­τει­νὰς ὄ­ψεις τῶν πο­νη­ρῶν δαι­μό­νων πόῤ­ῥω αὐ­τῆς ἀ­πε­λαύ­νου­σα· ἐν δὲ τῇ φο­βε­ρᾷ ἡ­μέ­ρᾳ τῆς κρί­σε­ως, τῆς αἰ­ω­νί­ου με ῥυ­ο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀ­ποῤ­ῥή­του δό­ξης τοῦ σοῦ Υἱ­οῦ καὶ Θε­οῦ ἡ­μῶν κλη­ρο­νό­μον με ἀ­πο­δει­κνύ­ου­σα. Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, δι­ὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀν­τι­λή­ψε­ως· χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ. ᾯ πρέ­πει πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εὐ­χὴ ἑ­τέ­ρα εἰς τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν Χρι­στόν.

(Ποί­η­μα Ἀν­τι­ό­χου μο­να­χοῦ τοῦ Παν­δέ­κτου)

Καὶ δὸς ἡ­μῖν, Δέ­σπο­τα, πρὸς ὕ­πνον ἀ­πι­οῦ­σιν, ἀ­νά­παυ­σιν σώ­μα­τος καὶ ψυ­χῆς· καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς ἀ­πὸ τοῦ ζο­φε­ροῦ ὕ­πνου τῆς ἁ­μαρ­τί­ας, καὶ ἀ­πὸ πά­σης σκο­τει­νῆς καὶ νυ­κτε­ρι­νῆς ἡ­δυ­πα­θεί­ας. Παῦ­σον τὰς ὁρ­μὰς τῶν πα­θῶν, σβέ­σον τὰ πε­πυ­ρω­μέ­να βέ­λη τοῦ πο­νη­ροῦ, τὰ καθ᾿ ἡ­μῶν δο­λί­ως κι­νού­με­να· τὰς τῆς σαρ­κὸς ἡ­μῶν ἐ­πα­να­στά­σεις κα­τά­στει­λον, καὶ πᾶν γε­ῶ­δες καὶ ὑ­λι­κὸν ἡ­μῶν φρό­νη­μα κοί­μη­σον. Καὶ δώ­ρη­σαι ἡ­μῖν, ὁ Θε­ός, γρή­γο­ρον νοῦν, σώ­φρο­να λο­γι­σμόν, καρ­δί­αν νή­φου­σαν, ὕ­πνον ἐ­λα­φρόν, καὶ πά­σης σα­τα­νι­κῆς φαν­τα­σί­ας ἀ­πηλ­λαγ­μέ­νον. Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς, ἐ­στη­ριγ­μέ­νους ἐν ταῖς ἐν­το­λαῖς σου, καὶ τὴν μνή­μην τῶν σῶν κρι­μά­των ἐν ἑ­αυ­τοῖς ἀ­πα­ρά­θραυ­στον ἔ­χον­τας. Παν­νύ­χι­ον ἡ­μῖν τὴν σὴν δο­ξο­λο­γί­αν χά­ρι­σαι εἰς τὸ ὑ­μνεῖν, καὶ εὐ­λο­γεῖν, καὶ δο­ξά­ζειν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
 
Ὑ­πε­ρέν­δο­ξε, ἀ­ει­πάρ­θε­νε, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε, προ­σά­γα­γε τὴν ἡ­με­τέ­ραν προ­σευ­χὴν τῷ Υἱ­ῷ σου καὶ Θε­ῷ ἡ­μῶν, καὶ αἴ­τη­σαι, ἵ­να σώ­σῃ δι­ὰ σοῦ τὰς ψυ­χὰς ἡ­μῶν.
 
Ἡ ἐλ­πίς μου ὁ Πα­τήρ, κα­τα­φυ­γή μου ὁ Υἱ­ός, σκέ­πη μου τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον, Τρι­ὰς ἁ­γί­α, δό­ξα σοι.
Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ· φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.
Ἐ­πὶ Σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις, Ἀγ­γέ­λων τὸ σύ­στη­μα καὶ ἀν­θρώ­πων τὸ γέ­νος· ἡ­γι­α­σμέ­νε Να­ὲ καὶ Πα­ρά­δει­σε λο­γι­κέ, Παρ­θε­νι­κὸν καύ­χη­μα· ἐξ ἧς Θε­ὸς ἐ­σαρ­κώ­θη καὶ παι­δί­ον γέ­γο­νεν ὁ πρὸ αἰ­ώ­νων ὑ­πάρ­χων Θε­ὸς ἡ­μῶν. Τὴν γὰρ Σὴν μή­τραν θρό­νον ἐ­ποί­η­σε καὶ τὴν Σὴν γα­στέ­ρα πλα­τυ­τέ­ραν οὐ­ρα­νῶν ἀ­πειρ­γά­σα­το. Ἐ­πὶ Σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις· δό­ξα Σοι.

Εὐ­χὴ εἰς τὸν Ἄγ­γε­λον φύ­λα­κα τοῦ ἀν­θρώ­που.

Ἅ­γι­ε Ἄγ­γε­λε, ὁ ἐ­φε­στὼς τῆς ἀ­θλί­ας μου ψυ­χῆς καὶ τα­λαι­πώ­ρου μου ζω­ῆς, μὴ ἐγ­κα­τα­λί­πῃς με τὸν ἁ­μαρ­τω­λόν, μη­δὲ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ δι­ὰ τὴν ἀ­κρα­σί­αν μου· μὴ δώ­ῃς χώ­ραν τῷ πο­νη­ρῷ δαί­μο­νι κα­τα­κυ­ρι­εῦ­σαί μου τῇ κα­τα­δυ­να­στεί­ᾳ τοῦ θνη­τοῦ τού­του σώ­μα­τος· κρά­τη­σον τῆς ἀ­θλί­ας καὶ πα­ρει­μέ­νης χει­ρός μου, καὶ ὁ­δή­γη­σόν με εἰς ὁ­δὸν σω­τη­ρί­ας. Ναί, ἅ­γι­ε Ἄγ­γε­λε τοῦ Θε­οῦ, ὁ φύ­λαξ καὶ σκε­πα­στὴς τῆς ἀ­θλί­ας μου ψυ­χῆς καὶ τοῦ σώ­μα­τος, πάν­τα μοι συγ­χώ­ρη­σον, ὅ­σα σοι ἔ­θλι­ψα πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς μου, καὶ εἴ τι ἥ­μαρ­τον τὴν σή­με­ρον ἡ­μέ­ραν· σκέ­πα­σόν με ἐν τῇ πα­ρού­σῃ νυ­κτὶ καὶ δι­α­φύ­λα­ξόν με ἀ­πὸ πά­σης ἐ­πη­ρεί­ας τοῦ ἀν­τι­κει­μέ­νου, ἵ­να μὴ ἔν τι­νι ἁ­μαρ­τή­μα­τι πα­ρορ­γί­σω τὸν Θε­όν· καὶ πρέ­σβευ­ε ὑ­πὲρ ἐ­μοῦ πρὸς τὸν Κύ­ρι­ον τοῦ ἐ­πι­στη­ρί­ξαι με ἐν τῷ φό­βῳ αὐ­τοῦ καὶ ἄ­ξι­ον ἀ­να­δεῖ­ξαί με δοῦ­λον τῆς αὐ­τοῦ ἀ­γα­θό­τη­τος. Ἀ­μήν.
 
Θε­ο­τό­κε Παρ­θέ­νε, χαῖ­ρε κε­χα­ρι­τω­μέ­νη Μα­ρί­α, ὁ Κύ­ρι­ος με­τὰ Σοῦ· εὐ­λο­γη­μέ­νη Σὺ ἐν γυ­ναι­ξί, καὶ εὐ­λο­γη­μέ­νος ὁ καρ­πὸς τῆς κοι­λί­ας Σου, ὅ­τι Σω­τῆ­ρα ἔ­τε­κες, τῶν ψυ­χῶν ἡ­μῶν (γ´).
Δό­ξα. Καὶ νῦν. Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´). [Εὐ­λό­γη­σον].

Ὁ Ἱ­ε­ρεὺς ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Εἶ­τα ὁ Ἱ­ε­ρεὺς λέ­γει (ἀ­πο­κρι­νο­μέ­νων ἡ­μῶν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον, συ­νε­χῶς).
Εὐ­ξώ­με­θα ὑ­πὲρ εἰ­ρή­νης τοῦ κό­σμου. Ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων Χρι­στι­α­νῶν. Ὑ­πὲρ τοῦ Ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος. Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους. Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν Ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ. Ὑ­πὲρ εὐ­ο­δώ­σε­ως καὶ ἐ­νι­σχύ­σε­ως τοῦ φι­λο­χρί­στου στρα­τοῦ. Ὑ­πὲρ τῶν ἀ­πο­λει­φθέν­των πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν. Ὑ­πὲρ τῶν δι­α­κο­νούν­των καὶ δι­α­κο­νη­σάν­των ἡ­μῖν. Ὑ­πὲρ τῶν μι­σούν­των καὶ ἀ­γα­πών­των ἡ­μᾶς. Ὑ­πὲρ τῶν ἐν­τει­λα­μέ­νων ἡ­μῖν τοῖς ἀ­να­ξί­οις, εὔ­χε­σθαι ὑ­πὲρ αὐ­τῶν. Ὑ­πὲρ ἀ­ναῤ­ῥύ­σε­ως τῶν αἰχ­μα­λώ­των. Ὑ­πὲρ τῶν ἐν θα­λάσ­σῃ κα­λῶς πλε­όν­των. Ὑ­πὲρ τῶν ἐν ἀ­σθε­νεί­αις κα­τα­κει­μέ­νων. Εὐ­ξώ­με­θα καὶ ὑ­πὲρ εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς. Καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νων, καὶ ἁ­παν­τα­χοῦ Ὀρ­θο­δό­ξων. Καὶ ὑ­πὲρ πά­σης ψυ­χῆς Χρι­στι­α­νῶν ὀρ­θο­δό­ξων. Μα­κα­ρί­σω­μεν τοὺς εὐ­σε­βεῖς Βα­σι­λεῖς. Τοὺς ὀρ­θο­δό­ξους Ἀρ­χι­ε­ρεῖς. [Τοὺς κτί­το­ρας τῆς ἁ­γί­ας Ἐκ­κλη­σί­ας (ἢ Μο­νῆς) ταύ­της], τοὺς γο­νεῖς ἡ­μῶν καὶ δι­δα­σκά­λους καὶ πάν­τας τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν, τοὺς ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νους καὶ τοὺς ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξους. Εἴ­πω­μεν καὶ ὑ­πὲρ αὐ­τῶν, τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.
 
Ὁ Ἱ­ε­ρεὺς ποι­ῶν τὸ ση­μεῖ­ον τοῦ τι­μί­ου Σταυ­ροῦ μεθ᾿ ὑ­πο­κλί­σε­ως, ἐ­πι­λέ­γει· Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ Ἀ­να­γνώ­στης·  Ἀ­μήν.