Τὸ παρακάτω ἀνθολόγιο ἀποτελεῖται ἀπὸ ἱεροὺς Κανόνες καὶ
ἀποσπάσματα πρακτικῶν ἱερῶν Συνόδων, Τοπικῶν καὶ Οἰκουμενικῶν, ἀπὸ
ἱερόσοφες γνῶμες Ἁγίων Πατέρων καὶ κανονολόγων τοῦ Βυζαντίου καὶ
βυζαντινοὺς βασιλικοὺς νόμους, ὅλα σχετικῶς μὲ τὸ ἀπαράμιλλο κῦρος καὶ
τὸ “ἀπαραχάρακτον καὶ ἀναλλοίωτον” τῶν ἱερῶν Κανόνων. Στὸ μεγαλύτερο
μέρος του βασίζεται στὴ συλλογὴ τέτοιων γνωμῶν ποὺ ἐνσωμάτωσε ὁ Ἅγιος
Νικόδημος ὁ Ἁγιορείτης στὴν εἰσαγωγὴ τοῦ «Πηδαλίου» του, ἀλλὰ προσθέσαμε
καὶ ἄλλες ἐντοπίζοντας, ὅπου χρειάστηκε, καὶ τὴν πηγή τους , πρὸς
βιβλιογραφικὴ χρήση.
Τὸ ὕψος τῶν ἱερῶν Κανόνων, τὸ ὁποῖο παλαιότερες Πανορθόδοξοι
Σύνοδοι ἀνήγαγαν στὴν ἰσοτιμία μὲ τὴν Ἁγία Γραφή, σήμερα βρίσκεται ὑπό,
ἔμπρακτη περισσότερο, ἀμφισβήτηση· κι ὅμως, ἡ ὀρθόδοξη συνείδηση καὶ
κατ’ ἐξοχὴν ἡ ἱερόσοφη ὁμοφωνία τῶν Ἁγίων Πατέρων, ἠχείων τοῦ Ἁγίου
Πνεύματος, πάντοτε θωρεῖ τοὺς ἱεροὺς Κανόνες τοὺς συντεταγμένους ἢ
ἐγκεκριμένους ἀπὸ Οἰκουμενικὴ Σύνοδο, ὡς καρποὺς τοῦ Ἁγίου Πνεύματος
ἴσης θεοπνευστίας μὲ τοὺς δογματικοὺς Ὅρους τῶν Οἰκουμενικῶν Συνόδων,
καὶ λοιπὸν ἀπαρασάλευτου περιεχομένου καὶ κύρους, ὥστε ὁ Ὅσιος Θεόδωρος ὁ
Στουδίτης νὰ τονίζει ὅτι εἶναι μόνον κατὰ τὸ ἥμισυ Ὀρθόδοξος ὅποιος δὲν
ζεῖ συμφώνως μὲ τοὺς ἱεροὺς Κανόνες. Ἔτσι, οἱ ἱεροὶ Κανόνες εἶναι τὸ
κριτήριο ὀρθότητος καὶ φάρμακο θεραπείας, ὄχι μόνον τοῦ βίου τῶν ἁπλῶν
πιστῶν καὶ τοῦ Κλήρου, ἀλλὰ καὶ ὁ γνώμων ἐκκλησιαστικοῦ κύρους ἐνεργειῶν
καὶ ἀποφάσεων ἀκόμη καὶ τῶν Συνόδων καὶ τῶν Πατριαρχῶν, συνόλου τοῦ
ἐκκλησιαστικοῦ σώματος.
Α. Ἐκ τῶν Οἰκουμενικῶν Συνόδων (καὶ τῶν Ἁγίων Ἀποστόλων)
- Κανόνες Τῶν Ἁγίων Ἀποστόλων (ἐν τῷ ἐπιλόγῳ τῶν Ἀποστολικῶν Κανόνων)
Les constitutions apostoliques, τόμ. 3, ἐκδίδει Metzger, Cerf – Paris 1987, σελ. 310
«Ταῦτα περὶ Κανόνων διατετάχθω ὑμῖν παρ’ ἡμῶν, ὦ Ἐπίσκοποι. Ὑμεῖς
δὲ ἐμμένοντες αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε, ἀπειθοῦντες δὲ
κολασθήσεσθε καὶ πόλεμον μετ’ ἀλλήλων ἀίδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας
τὴν προσήκουσαν τιννῦντες».
- Τῆς Γ΄ Οἰκουμενικῆς Συνόδου, Κανὼν η΄
«Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς Κανόνας τῶν
Ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον
προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος […] ἵνα μὴ τῶν Πατέρων
οἱ Κανόνες παραβαίνωνται μηδὲ ἐν ἱερουργίας προσχήματι ἐξουσίας τύφος
κοσμικῆς παρεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν
ἀπολέσαντες, ἣν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστός, ὁ πάντων ἐλευθερωτής […] Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν
ὡρισμένοις προσκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγίᾳ πάσῃ καὶ
Οἰκουμενικῇ Συνόδῳ».
- Τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου, Κανὼν α΄
«Τοὺς παρὰ τῶν ἁγίων Πατέρων καθ’ ἑκάστην Σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας Κανόνας κρατεῖν ἐδικαιώσαμεν».
- Ἐκ τῶν Πρακτικῶν τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου, Πρᾶξις Δ΄, ACO 2,1,3,105.109.110
«Οἱ ἐνδοξότατοι ἄρχοντες εἶπον· Τῷ θειοτάτῳ τῆς Οἰκουμένης Δεσπότῃ
[Αὐτοκράτορι Μαρκιανῷ] ἤρεσε μὴ κατὰ θεῖα γράμματα ἢ πραγματικοὺς τύπους
τὰ τῶν ὁσιωτάτων ἐπισκόπων προβαίνειν, ἀλλὰ κατὰ τοὺς Κανόνας τοὺς παρὰ
τῶν ἁγίων Πατέρων νομοθετηθέντας. [...] Ἡ ἁγία Σύνοδος εἶπε. Κατὰ τῶν
Κανόνων πραγματικὸν μηδὲν ἰσχύσει. Οἱ Κανόνες τῶν Πατέρων κρατείτωσαν»
[...] «Δεόμεθα, ὤστε ἀργῆσαι ἀναντιῤῥήτως τὰ ἐπὶ βλάβῃ τῶν Κανόνων
πραγματικά, πραχθέντα τισὶν ἐν πάσῃ ἐπαρχίᾳ· κρατῆσαι δὲ τοὺς Κανόνας
διὰ πάντων [...] πάντες τὰ αὐτὰ λέγομεν. Ὅλα τὰ πραγματικὰ ἀργήσει. Οἱ
Κανόνες κρατείτωσαν [...] Κατὰ τὴν ψῆφον τῆς ἁγίας Συνόδου καὶ ἐν ταῖς
ἄλλαις ἐπαρχίαις ἁπάσαις τὰ τῶν κανόνων κρατείτω».
(“Πραγματικὰ” καὶ “πραγματικοὶ τύποι” εἶναι τὰ βασιλικὰ προστάγματα.
Βλ. ἑρμηνεία Βαλσαμῶνος εἰς τὸν ιβ΄ Κανόνα τῆς Δ΄, ἐν Γ.Α. ΡΑΛΛΗ – Μ.
ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Β ΄, ἐκ τῆς
Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 247.
- Ἐκ τῶν Πρακτικῶν τῆς Ε΄ Οἰκουμενικῆς Συνόδου, Ἴσον ἐπιστολῆς ἀντιγραφείσης παρὰ τοῦ εὐσεβεστάτου, καὶ χριστιανικωτάτου Βασιλέως Ἰουστινιανοῦ πρός τινας γράψαντας καὶ ἐκδικήσαντας Θεόδωρον τὸν δυσσεβῆ, καὶ τὰ πονηρὰ αὐτοῦ δόγματα (…) Mansi 9, 644 A.B.
«Ἀποδείξαντες δέ, ὅτι ἐν τοῖς προλαβοῦσι χρόνοις ὡρίσθη παρὰ τῶν
ἁγίων πατέρων καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι τοὺς εἴτε εἰς πίστιν,
εἴτε εἰς κανόνας ἁμαρτήσαντας, ἀναγκαῖον εἶναι συνείδομεν καὶ τὰ ἐν τοῖς
ἡμετέροις χρόνοις γενόμενα πᾶσι δῆλα καταστῆσαι πρὸς ἀναίρεσιν πάσης
ἀφορμῆς τῶν τοὺς προφανεῖς αἱρετικοὺς, καὶ τὴν τούτων ἀσέβειαν
ἐκδικούντων».
- Τῆς ΣΤ΄ Οἰκουμενικῆς Συνόδου, Κανὼν β΄
«Ἔδοξε δὲ καὶ τοῦτο τῇ ἁγίᾳ ταύτῃ Συνόδῳ, κάλλιστά τε καὶ
σπουδαιότατα, ὥστε μένειν καὶ ἀπὸ τοῦ νῦν βεβαίους καὶ ἀσφαλεῖς πρὸς
ψυχῶν θεραπείαν καὶ ἰατρείαν παθῶν τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων καὶ
μακαρίων Πατέρων δεχθέντας καὶ κυρωθέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας
ἡμῖν, ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων Ἀποστόλων πε΄ Κανόνας […]
Ἐπισφραγίζομεν δὲ καὶ τοὺς λοιποὺς πάντας ἱεροὺς Κανόνας τοὺς ὑπὸ τῶν
ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας [τῶν Οἰκουμενικῶν καὶ Τοπικῶν
Συνόδων κατ’ ὄνομα καὶ τῶν ἁγίων Πατέρων] … καὶ μηδενὶ ἐξεῖναι τοὺς
προδηλωθέντας παραχαράττειν Κανόνας ἢ ἀθετεῖν ἢ ἑτέρους παρὰ τοὺς
προκειμένους παραδέχεσθαι Κανόνας ψευδεπιγράφως ὑπό τινων συντεθέντας
τῶν τὴν ἀλήθειαν καπηλεύειν ἐπιχειρησάντων. Εἰ δέ τις ἁλῶ Κανόνα τινὰ
τῶν εἰρημένων καινοτομῶν ἢ ἀνατρέπειν ἐπιχειρῶν, ὑπεύθυνος ἔσται κατὰ
τὸν τοιοῦτον Κανόνα, ὡς αὐτὸς διαγορεύει τὴν ἐπιτιμίαν δεχόμενος, καὶ
δι΄ αὐτοῦ, ἐν ᾧπερ πταίει, θεραπευόμενος».
- Τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου, Κανὼν α΄
«Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν, μαρτύριά τε καὶ κατορθώματα αἰ
τῶν κανονικῶν διατάξεών εἰσιν ὑποτυπώσεις, ἃς ἀσμένως δεχόμενοι μετὰ τοῦ
θεοφάντορος Δαβὶδ ᾄδομεν πρὸς τὸν δεσπότην Θεὸν λέγοντες «ἐν τῇ ὁδῷ
τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ καὶ ἐνετείλω δικαιοσύνην
τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με καὶ ζήσομαι» […] Τούτων οὖν
οὕτως ὄντων καὶ διαμαρτυρομένων, ἀγαλλόμενοι ἐπ’ αὐτοῖς, ὡς εἴ τις εὕροι
σκῦλα πολλά, ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζόμεθα, καὶ ὁλόκληρον
τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν
σαλπίγγων τοῦ Πνεύματος πανευφήμων Ἀποστόλων, τῶν τε ἕξ ἁγίων
Οἰκουμενικῶν Συνόδων, καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει
τοιούτων διαταγμάτων καὶ τῶν Ἁγίων Πατέρων ἡμῶν· ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ
τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες, ὥρισαν τὰ συμφέροντα· καὶ οὓς μὲν τῷ
ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν, οὓς δὲ τῇ καθαιρέσει,
καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ
ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν».
Β. Ἐξ ἄλλων ἐγκρίτων Συνόδων
- Σύνοδος ἡ ἐν Κωνσταντινουπόλει τοῦ ἔτους 920
ἐπὶ Ἁγίου Νικολάου Α΄ ΚΠόλεως τοῦ Μυστικοῦ («Τόμος Ἑνώσεως»)
Ἔκθεσις ἤτοι ἀνάμνησις τῆς γενομένης τῆς Ἐκκλησίας ἑνώσεως ἐπὶ
Κωνσταντίνου καὶ Ρωμανοῦ, τοῦ μὲν βασιλεύοντος, τοῦ δὲ τὸ τηνικαῦτα τῷ
τοῦ βασιλεοπάτορος ἀξιώματι διαπρέποντος, ἐν Nicholas I, Patriarch of
Constantinople, Miscellaneous Writings, ἐκδίδει L.G. Westerink, Corpus
Fontium Historiae Byzantinae, Series Washingtonensis 20, ἐκδ. Dumbarton
Oaks, Washington D.C. 1981, σελ. 83.
«Τοῖς ἐν καταφρονήσει τιθεμένοις τοὺς ἱεροὺς καὶ θείους Κανόνας τῶν
ἱερῶν Πατέρων ἡμῶν, οἳ καὶ τὴν ἁγίαν Ἐκκλησίαν ὑπερείδουσι καὶ ὅλην τὴν
χριστιανικὴν πολιτείαν κοσμοῦντες πρὸς θείαν ὁδηγοῦσιν εὐλάβειαν,
ἀνάθεμα».
- Ἀποκρίσεις τῶν Ὀρθοδόξων Πατριαρχῶν τῆς Ἀνατολῆς πρὸς τοὺς Ἀγγλικανοὺς Ἀνωμότας (1716/1725), Ἀπόκρισις α΄[τῶν τρίτων], ἐν Πρωτοπρ. ΙΩ. ΡΩΜΑΝΙΔΟΥ, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. Β΄, ἐκδ. Πουρναρᾶ, Θεσσαλονίκη 2009[4], σελ. 413-415.
«Οὐ γὰρ ἀνεχόμεθα τὰ καλῶς καὶ δικαίως καὶ ὡς ἔδοξε τῷ ἁγίῳ
Πνεύματι διορισθέντα καὶ νομοθετηθέντα καὶ κανονισθέντα ὑπὸ
πνευματοφόρων καὶ ἁγίων ἀνδρῶν συνοδικῶς καὶ συμψήφως ἢ ἀθετῆσαι ἢ
ἀλλοιῶσαι ἢ ἀποβάλλεσθαι, καὶ ἕτερα ἀντινομοθετῆσαι γεννήματα τῆς
καρδίας ἡμῶν, καὶ οὐ κατ’ ἐπίπνοιαν τοῦ ἁγίου Πνεύματος, καὶ ταῦτα μὴ
ταῖς θείαις Γραφαῖς ἀντικείμενα ὄντα, μᾶλλον δὲ καὶ συνάδοντα. Τοὺς γὰρ
τῶν προγεγενημένων ἱερῶν καὶ ἁγίων ἑπτὰ Συνόδων καὶ τῶν τοπικῶν, τῶν ἐν
τῇ Ἀνατολῇ δηλονότι συγκεκροτημένων (ἀπὸ τῶν χρόνων τῶν Ἀποστόλων μέχρι
τοῦ χρόνου καθ΄ ὃν ἐβασίλευσεν ἐν Κων/λει Βασίλειος ὁ Πορφυρογέννητος),
θεσμοὺς καὶ κανόνας, ὡς αὐτὰ τὰ ἅγια εὐαγγέλια δεχόμεθα, κατὰ τὸν β΄ τῆς
ς΄ ἁγίας καὶ οἰκουμενικῆς Συνόδου κανόνα, καὶ τὴν γ΄διάταξιν τοῦ β΄
τίτλου τῶν Νεαρῶν, ἐν ᾗ εὑρίσκομεν, ὅτι δεῖ τοὺς κανόνας τῶν ἑπτὰ
Συνόδων καὶ τὰ δόγματα κρατεῖν ὡς τάς θείας Γραφάς. Αὕτη ἐστὶν ρλα΄
νεαρά Ἰουστινιάνειος, κειμένη ἐν βιβλίῳ ε΄τῶν Βασιλικῶν, τίτλῳ β΄
διατάξει ιβ΄, ὅτι οἱ τοῖς κανόσιν ἐναντιούμενοι πνευματικοὶ [μᾶλλον:
πραγματικοὶ] τύποι ἄκυροί εἰσι. Δῆλον δὲ καὶ διατί τοὺς τῶν ἱερῶν
Συνόδων κανόνας ὡς τὰς θείας δεχόμεθα Γραφάς, ὅτι θεοφόρων ἀνδρῶν θεσμοί
εἰσιν, οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, ὡς καὶ τοὺς Ἀποστόλους καὶ τοὺς
Προφήτας, οὕτω καὶ τοὺς διδασκάλους, καθὼς ὁ θεῖος Ἀπόστολος διδάσκει
(Α΄ Κορ. 12, 28), οἳ καὶ θείῳ Πνεύματι ἐμπνευσθέντες ἐθέσπισαν τοὺς
τοιούτους κανόνας, ἵν’ ἔχωμεν αὐτοὺς ὡς λύχνους φαίνοντας ἐν αὐχμηρῷ
τόπῳ (Β΄ Πέτρου 1, 19), καθὰ καὶ τὰς θείας Γραφάς. Τὸ γὰρ διὰ τῶν
Ἀποστόλων, ὡς προείρηται, λαλῆσαν ἅγιον Πνεῦμα, τὸ αὐτὸ καὶ διὰ τῶν
θεοφόρων Πατέρων λελάληκε, καὶ οὐχ ἕτερον. Τοῦτο, ὅ φαμεν, καὶ αὐτὸς ὁ
Κύριος ἀπεφήνατο εἰπών· «ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς
ἐμὲ ἀθετεῖ» (Λουκ. 10, 16), καὶ τὰ ἑξῆς. Τίνι οὖν λόγῳ τολμήσωμεν ἡμεῖς
αὐθαδῶς καὶ ἀνυποστόλως ἀθετῆσαι καὶ αὐτὴν τὴν πολλοστὴν τῶν θείων
Πατέρων διάταξιν καὶ θεσμοθεσίαν, καὶ ταῦτα μὴ ταῖς θείαις Γραφαῖς
ἀντιφθεγγομένην, καὶ μάλιστα τῶν ὅσα περὶ θείων δογμάτων ἀπεφάνθησάν τε
καὶ ὁμοφώνως ἐκυρώθησαν; Εἰ δὲ τίς ποτε συγκατάβασις καὶ οἰκονομία
ἐγένετο, ἴσως ἐν ὅσοις τρόπῳ συμβουλῆς περὶ ἤθη καὶ τάξεις καὶ συνηθείας
μακρὰς ᾠκονομήθη, ἀλλ’ οὐκ ἐν ὅσοις περὶ πίστεως καὶ δογμάτων ὁ λόγος
[...] Οὐ γὰρ ἔχει τις ἄδειαν ἐν τῇ Ἐκκλησίᾳ ποιεῖν , ὅπερ ἂν αὐτῷ δόξαι,
ἀλλὰ μετὰ συνοδικῆς συνδιασκέψεως ἡ περὶ τῶν ἐκκλησιαστικῶν ὑποθέσεων
κρίσις τε καὶ ἀπόφασις γίνεται, ὡσαύτως καὶ συγκατάβασις ἢ καὶ
οἰκονομία, εἰ τούτων γένηται χρεία τις ἀναγκαία. Ἐν γὰρ τοῖς θείοις
δόγμασιν οὐδαμοῦ χώραν ἔχει ποτὲ οἰκονομία ἢ συγκατάβασις· ταῦτα γὰρ
ἀσάλευτά εἰσι, καὶ ὑπὸ πάντων τῶν Ὀρθοδόξων ὡς ἀπαράβατα ἐν πάσῃ
εὐλαβείᾳ διαφυλάττονται· καὶ ὁ μικρόν τι τούτων παραβαίνων, ὡς
σχισματικὸς καὶ αἱρετικὸς κατακρίνεται καὶ ἀναθεματίζεται, καὶ
ἀκοινώνητος παρὰ πᾶσι λογίζεται» .
- Ἀποκρίσεις τῶν Ὀρθοδόξων Πατριαρχῶν τῆς Ἀνατολῆς πρὸς τοὺς Ἀγγλικανοὺς Ἀνωμότας (1716/1725), Ἀπόκρισις 2α΄, ἐν Πρωτοπρ. ΙΩ. ΡΩΜΑΝΙΔΟΥ, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. Β΄, ἐκδ. Πουρναρᾶ, Θεσσαλονίκη 2009[4], σελ. 430.
«… τὰ καθ’ ἡμᾶς δόγματα καὶ τὸ φρόνημα τῆς ἡμετέρας Ἀνατολικῆς
Ἐκκλησίας πάλαι μὲν ἐξητάσθησαν, ὀρθῶς τε καὶ εὐσεβῶς διωρίσθησαν καὶ
διετάχθησαν παρὰ τῶν ἁγίων καὶ οἰκουμενικῶν Συνόδων, καὶ μήτε προσθεῖναι
τούτοις ἕτερόν τι ἔξεστιν, οὔτε τι ὅλως ἀφαιρῆσαι ἐκ τούτων· καὶ τοῖς
βουλομένοις συμφρονῆσαι ἡμῖν ἐν τοῖς θείοις δόγμασι τῆς ὀρθοδόξου
πίστεως ἀνάγκη ἀκολουθῆσαι καὶ ὑποταγῆναι τοῖς διορισθεῖσι καὶ
διαταχθεῖσιν ὑπὸ τῆς ἀρχαιοπαραδότου καὶ πατροπαραδότου καὶ παρὰ τῶν
ἁγίων καὶ οἰκουμενικῶν Συνόδων διατάξεως, ἀπὸ τοῦ καιροῦ τῶν Ἀποστόλων
καὶ τῶν καθ’ ἑξῆς ἐς τόδε θεοφόρων Πατέρων τῆς Ἐκκλησίας ἡμῶν, μετὰ
ἁπλότητος καὶ ὑπακοῆς καὶ ἄνευ τινὸς ἄλλης ἐρεύνης καὶ περιεργείας».
- Ὁμολογία Πίστεως τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1727, ἐν Πρωτοπρ. ΙΩ. ΡΩΜΑΝΙΔΟΥ, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. Β΄, ἐκδ. Πουρναρᾶ, Θεσσαλονίκη 2009[4], σελ. 490ἑ.
«Ἐκλήθημεν δὲ ἄνωθεν οἱ εὐσεβεῖς τῆς Ἀνατολικῆς Ἐκκλησίας
χριστιανοὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπό τε τῶν Προφητῶν, ἀπό τε τοῦ
Σωτῆρος ἡμῶν Χριστοῦ, ἀπό τε τῶν Ἀποστόλων, ἀπό τε τῶν οἰκουμενικῶν
Συνόδων καὶ ἁπαξαπάντων τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχηθέντων ἁγίων
Πατέρων εἰς τὸ πιστεύειν καὶ φρονεῖν ὅσα ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ
Ἐκκλησία παρέλαβε καὶ διασῴζει μέχρι τοῦδε ἀπαραμείωτα καὶ ἀνόθευτα εἰς
τὸ παντελές, εἴτε δόγματα πίστεως, ὅρους τε καὶ κανόνας, εἴτε παραδόσεις
τῆς Ἐκκλησίας ἐγγράφους τε καὶ ἀγράφους· ὀφείλομεν ἄρα καὶ περιέπειν
ταῦτα πάντα καὶ ἐνστερνίζεσθαι ὅλῃ ψυχῇ, διανοίᾳ τε καὶ προθυμίᾳ, καὶ
μηδὲ κεραίαν ἐκ τούτων ἀθετεῖν ἢ μεταποιεῖν ἢ προστιθέναι ἢ ἀφαιρεῖν,
ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν καὶ βασιλικὴν καὶ ἄπταιστον τῆς σωτηρίας ὁδόν,
τὴν μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερὰ κλίνουσαν. Καὶ γὰρ καὶ μικρὰ
παρέγκλισις [μᾶλλον: παρέκκλισις] καὶ μεταποίησις ἐν τοῖς περὶ Θεοῦ
λόγοις εἰς κρημνὸν φέρει καὶ βάραθρα, καὶ βυθῷ ψυχικῆς ἀπωλείας
παραπέμπει τὸν ὁπωσοῦν ἐκτραπέντα τῆς εὐθείας καὶ τῆς ἀληθείας
διαμαρτήσαντα».
- Τῆς ἐν Κων/πόλει Συνόδου τοῦ 1836 ἐγκύκλιος κατὰ τῶν Διαμαρτυρομένων Ἱεραποστόλων, §6, ἐν Πρωτοπρ. ΙΩ. ΡΩΜΑΝΙΔΟΥ, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τόμ. Β΄, ἐκδ. Πουρναρᾶ, Θεσσαλονίκη 2009[4], σελ. 515ἑ.
«Τὸ Τάγμα αὐτὸ [σ.σ. τὸ Μοναχικὸν] οὔτε ἐμόλυνέ ποτε, κατὰ τοὺς
παραλογισμοὺς τῶν ἐναντίων αὐτῶν κακοφρόνων [Προτεσταντῶν], τὴν ὁρατὴν
Ἐκκλησίαν τοῦ Χριστοῦ, ἀλλ’ ἀείποτε ἐλάμπρυνεν, ἐδόξασεν, ἐκράτυνε καὶ
ἐστερέωσεν αὐτὴν καὶ διὰ τοῦ πνευματικοῦ βίου καὶ διὰ τῶν δογματικῶν
συγγραμμάτων καὶ ἠθικῶν· αὐτὸ συνεκρότησε τὰς κατὰ καιροὺς συστάσας
οἰκουμενικὰς καὶ τοπικὰς Συνόδους· αὐτὸ διετήρησεν ἀκριβῶς τοὺς ἱεροὺς
κανόνας, οἵτινες καὶ τὸ δόγμα εὐσεβῶς ὀρθοτομοῦσι, καὶ τὰ ἤθη τῶν
χριστιανῶν ῥυθμίζουσι, καὶ εἰς τὴν κατὰ Θεὸν πολιτείαν ὁδηγοῦσιν· αὐτὸ
ἀπ’ ἀρχῆς ἀντέστη καὶ κατεπολέμησε καὶ τῇ πανσθενεῖ δυνάμει τοῦ Κυρίου
κατεπάλαισε τὰ διάφορα συστήματα τῶν ἑλληνιστῶν καὶ τοὺς κακοδόξους
αἱρεσιάρχας».
Γ. Ἐκ τῶν Ἁγίων Πατέρων
- Ἐκ τῶν Πρακτικῶν τῆς ἐν Κωνσταντινουπόλει συνόδου τοῦ 869 κατὰ τοῦ Μεγάλου Φωτίου (κατὰ Λατίνους η΄ οἰκουμενικῆς), Πρᾶξις ΣΤ΄, Mansi 16, 348 D.E.
«Ζαχαρίας ὁ παρὰ Φωτίου χειροτονηθεὶς Καλχηδόνος μητροπολίτης
εἶπεν· οἱ κανόνες ἄρχουσι καὶ τῶν πατριαρχῶν. Εἰ γοῦν ἔξω τῶν κανόνων
ποιοῦσιν, οὐ στοιχοῦμεν αὐτοῖς. Καὶ γὰρ Μάρκελλον τὸν Ἀγκύρας Ἰούλιος ὁ
Ρώμης ἐδέξατο, καὶ ἡ ἐν Σαρδικῇ Σύνοδος· ἀλλ’ ἐκεῖνος μέχρι νῦν ὡς
αἱρετικὸς ἀναθεματίζεται. Καὶ τὸν κλαύσιμον Ἀπιάριον δικαιωθέντα παρὰ
τῶν προέδρων τῆς Ρώμης ἡ ἐν Ἀφρικῇ σύνοδος οὐκ ἐδικαίωσε. Καὶ ἄλλα πολλὰ
τοιαῦτα παραδείγματα εἰσί. Καὶ νῦν εἰ ἐγένετο τὰ γενόμενα κατὰ κανόνας,
στοιχοῦμεν αὐτοῖς».
- Ἁγίου Χρυσοστόμου
Εἰς τὴν Γένεσιν 4,2 PG 54, 596
«Ἄρχοντες γὰρ ἀρχόντων εἰσὶν οἱ νόμοι».
Εἰς τὴν παραβολὴν τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος͵ καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος͵ καὶ ὅτι παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον 4 PG 51, 23
Εἰς τὴν παραβολὴν τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος͵ καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος͵ καὶ ὅτι παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον 4 PG 51, 23
«Οὐχ οἱ ἔξωθεν δὲ μόνον ἄρχοντες͵ ἀλλὰ καὶ οἱ τῶν Ἐκκλησιῶν
προεστῶτες τῆς οἰκείας ἀρχῆς ὑφέξουσι τὸν λόγον· καὶ μάλιστα οὗτοί εἰσιν
οἱ ἐπὶ πλέον τὰς πικρὰς καὶ βαρείας εὐθύνας ὑπέχοντες. Καὶ γὰρ ὁ τοῦ
λόγου τὴν διακονίαν ἐγκεχειρισμένος ἐξετασθήσεται μετὰ ἀκριβείας ἐκεῖ͵
εἰ μήτε ὄκνῳ͵ μήτε φθόνῳ παρεῖδέ τι τῶν δεόντων εἰπεῖν͵ καὶ διὰ τῶν
ἔργων ἐπέδειξεν͵ ὅτι πάντα διεστείλατο͵ καὶ οὐδὲν ἔκρυψε τῶν
συμφερόντων. Πάλιν ὁ τὴν ἐπισκοπὴν λαχὼν͵ ὅσῳ πρὸς μείζονα ὄγκον
ἀναβέβηκε͵ τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον͵ οὐχὶ διδασκαλίας μόνον
καὶ πενήτων προστασίας͵ ἀλλὰ καὶ χειροτονιῶν δοκιμασίας καὶ μυρίων
ἑτέρων».
- Tοῦ Ἁγίου Μαξίμου τοῦ Ὁμολογητοῦ,
Διάλεξις τοῦ ἁγίου Μαξίμου σὺν Πύρρῳ, Mansi 10, 757 D.E.
«Θαυμάζειν ὕπεστί μοι, πῶς σύνοδον ἀποκαλεῖς τὴν μὴ κατὰ νόμους καὶ
κανόνας συνοδικοὺς ἢ θεσμοὺς γενομένην ἐκκλησιαστικούς· οὔτε γὰρ
ἐπιστολὴ ἐγκύκλιος κατὰ συναίνεσιν τῶν πατριαρχῶν γέγονεν, οὐ τόπος ἢ
ἡμέρα ὑπαντήσεως ὡρίσθη. Οὐχ ὑπαγώγιμός τις ἢ κατήγορος ἦν· συστατικὰς
οἱ συνελθόντες οὐκ εἶχον, οὔτε οἱ ἐπίσκοποι ἀπὸ τῶν μητροπολιτῶν, οὔτε
οἱ μητροπολῖται ἀπὸ τῶν πατριαρχῶν· οὐκ ἐπιστολαί ἢ τοποτηρηταὶ ἀπὸ τῶν
ἄλλων πατριαρχῶν ἐπέμφθησαν. Τίς οὖν λόγου μεμοιραμένος σύνοδον καλεῖν
ἀνάσχοιτο τὴν σκανδάλων καὶ διχονοίας ἅπασαν πληρώσασαν τὴν οἰκουμένην; »
- Τοῦ Ἁγίου Ταρασίου Πατριάρχου Κωνσταντινουπόλεως
(ἐν τῇ Κατὰ Σιμωνιακῶν πρὸς τὸν Ρώμης Ἀδριανῷ Ἐπιστολῇ αὐτοῦ)
ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ, Πηδάλιον, ἔκδ. Παπαδημητρίου, Ἀθῆναι 200313, σελ. 719)
«Τούτου ἕνεκεν, οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν,
φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν Ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων
Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα, καὶ εἴ τι τούτων παρεβάθη ὑπό τινων,
βδελυττόμεθα».
- Τοῦ Μεγάλου Φωτίου
Πρόλογος εἰς τὸν Νομοκάνονα
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 5. «Πεπεισμένος [εἰμὶ] τοὺς ἱεροὺς θεσμοὺς εὕρημα μὲν καὶ δῶρον εἶναι Θεοῦ, δόγμα δὲ φρονίμων τε καὶ θεοφόρων ἀνθρώπων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων, καὶ παρὰ βούλησιν ἁμαρτημάτων, καὶ πολιτείας εὐσεβοῦς τε καὶ πρὸς ἀτελεύτητον ζωὴν ἀγούσης κανόνα».
Ἐπιστολὴ τρίτη ἀπολογητικὴ πρὸς τὸν Πάπαν Νικόλαον, ἐν Ἰ. Βαλέτα, Φωτίου Ἐπιστολαὶ, σελ. 163. Παραπομπὴ ἐμμέσως παρὰ Κ. ΜΟΥΡΑΤΙΔΟΥ, Οἱ ἱεροὶ Κανόνες «στῦλος καὶ ἑδραίωμα» τῆς Ὀρθοδοξίας· ἀπάντησις εἰς τὸν σεβασμιώτατον Ἀρχιεπίσκοπον Θυατείρων καὶ Μ. Βρεττανίας κ. Ἀθηναγόραν, ἀνάτυπον ἐκ τοῦ «Ὀρθοδόξου Τύπου», Ἀθῆναι 1972, σελ. 11.
«Ἡ τῶν ἀληθῶν κανόνων φυλακή, σπουδαίῳ μὲν ἐποφείλεται παντί, πολὺ δὲ πλέον τοῖς ἀπ’ εὐθύνην (sic) τὰ τῶν ἄλλων ὑπὸ τῆς Προνοίας ἠξιωμένοις· καὶ τούτων ἔτι μάλιστα τοῖς ἐν αὐτοῖς τούτοις πρωτεύειν λαχοῦσιν. Ὅσῳ γὰρ ὑπερέχουσι, τοσοῦτῳ νομοφυλακεῖν ὀφείλουσι».
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 5. «Πεπεισμένος [εἰμὶ] τοὺς ἱεροὺς θεσμοὺς εὕρημα μὲν καὶ δῶρον εἶναι Θεοῦ, δόγμα δὲ φρονίμων τε καὶ θεοφόρων ἀνθρώπων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων, καὶ παρὰ βούλησιν ἁμαρτημάτων, καὶ πολιτείας εὐσεβοῦς τε καὶ πρὸς ἀτελεύτητον ζωὴν ἀγούσης κανόνα».
Ἐπιστολὴ τρίτη ἀπολογητικὴ πρὸς τὸν Πάπαν Νικόλαον, ἐν Ἰ. Βαλέτα, Φωτίου Ἐπιστολαὶ, σελ. 163. Παραπομπὴ ἐμμέσως παρὰ Κ. ΜΟΥΡΑΤΙΔΟΥ, Οἱ ἱεροὶ Κανόνες «στῦλος καὶ ἑδραίωμα» τῆς Ὀρθοδοξίας· ἀπάντησις εἰς τὸν σεβασμιώτατον Ἀρχιεπίσκοπον Θυατείρων καὶ Μ. Βρεττανίας κ. Ἀθηναγόραν, ἀνάτυπον ἐκ τοῦ «Ὀρθοδόξου Τύπου», Ἀθῆναι 1972, σελ. 11.
«Ἡ τῶν ἀληθῶν κανόνων φυλακή, σπουδαίῳ μὲν ἐποφείλεται παντί, πολὺ δὲ πλέον τοῖς ἀπ’ εὐθύνην (sic) τὰ τῶν ἄλλων ὑπὸ τῆς Προνοίας ἠξιωμένοις· καὶ τούτων ἔτι μάλιστα τοῖς ἐν αὐτοῖς τούτοις πρωτεύειν λαχοῦσιν. Ὅσῳ γὰρ ὑπερέχουσι, τοσοῦτῳ νομοφυλακεῖν ὀφείλουσι».
- Τοῦ Ὁσίου Θεοδώρου τοῦ Στουδίτου
Ἐπιστολὴ (24) Θεοκτίστῳ Μαγίστρῳ (PG 99, 985B-D)
« [Ἡ Ἐκκλησία] οὐδὲ παρὰ τοὺς κειμένους ὅρους καὶ νόμους πράττειν
τι καὶ λέγειν ἀνέχεται· κἂν πολλοὶ πολλαχῶς ποιμένες ἠφρονεύσαντο· ἐπεὶ
καὶ συνόδους συνεκρότησαν μεγάλας καὶ παμπληθεῖς, καὶ Ἐκκλησίαν Θεοῦ
ἑαυτοὺς ὠνομάκασι· καὶ ὑπὲρ κανόνων ἐφρόντισαν τῷ δοκεῖν, κατὰ κανόνων
τὸ ἀληθὲς κινούμενοι. Τί δὴ θαυμαστὸν εἰ καὶ νῦν πέντε καὶ δέκα τυχὸν
ἐπίσκοποι συναχθέντες τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον κατὰ δύο αἰτίας,
ἠθώωσαν, λύσαντες τοῦ ἱερουργεῖν; Σύνοδος τοίνυν, δέσποτα, οὐ τὸ ἁπλῶς
συνάγεσθαι ἱεράρχας τε καὶ ἱερεῖς, κἂν πολλοὶ ὦσι. Κρείσσων γάρ, φησιν,
εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου ἢ μυρίοι παραβαίνοντες· ἀλλὰ τὸ ἐν
ὀνόματι Κυρίου, ἐν τῇ εἰρήνῃ καὶ φυλακῇ τῶν κανόνων· καὶ τὸ δεσμεῖν καὶ
λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ’ ὡς δοκεῖ τῇ ἀληθείᾳ, καὶ τῷ κανόνι καὶ τῷ
γνώμονι τῆς ἀκριβείας [...] καὶ ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενὶ δέδοται
ἐπὶ παραβάσει κανόνος ἢ μόνον στοιχεῖν τὰ δεδογμένα καὶ ἕπεσθαι τοῖς
προλαβοῦσιν [...] Οὐκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τὴν καθ’
ἡμᾶς ἐκκλησίαν οὔτε ἑτέραν παρὰ τοὺς κειμένους νόμους καὶ κανόνας ποιεῖν
τι. Ἐπεί, εἰ τοῦτο δοθείη, κενὸν τὸ εὐαγγέλιον, εἰκῇ οἱ κανόνες, καὶ
ἕκαστος κατὰ τὸν καιρὸν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδὴ ἔξεστιν αὐτῷ ὡς
δοκεῖ μετὰ τῶν σὺν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστής, ἄλλος
ἀπόστολος, ἕτερος νομοθέτης. Ἀλλ’ οὐδαμῶς· παραγγελίαν γὰρ ἔχομεν ἐξ
αὐτοῦ τοῦ ἀποστόλου, παρ’ ὃ παρελάβομεν, παρ’ ὃ οἱ κανόνες τῶν κατὰ
καιροὺς συνόδων καθολικῶν τε καὶ τοπικῶν ἐάν τις δογματίζῃ ἢ προστάσσῃ
ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτὸν ἔχειν μηδὲ λογίζεσθαι αὐτὸν ἐν κλήρῳ
ἁγίων· καὶ τὸ δύσφημον παρῆμεν λέγειν, ὃ αὐτὸς εἴρηκεν.
- Ἐπιστολὴ (25) Νικηφόρῳ Πατριάρχῃ (PG 99, 989Α.)
«Ἀλλ’ εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλὴν ὀρθόδοξοι
καὶ τῆς καθολικῆς ἐκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι καὶ
πᾶσαν καθολικὴν καὶ τοπικὴν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι, οὐ μὴν
ἀλλὰ καὶ τὰς παρ’ αὐτῶν ἐκφωνηθείσας κανονικὰς διατυπώσεις· μηδὲ γὰρ
τέλειον εἶναι ὀρθόδοξον, ἀλλ’ ἐξ ἡμισείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον
ἔχειν τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον».
Ἐπιστολὴ (27) Νικήτᾳ Πατρικίῳ (PG 99, 996 Α.)
«Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα, παρ’ οὓς οὐκ ἔστιν οὔτε πρόσθεσιν οὔτε ὕφεσιν ποιεῖσθαι».
Ἐπιστολὴ (535 ἢ 201) Φιλοθέῳ Κτήτορι (PG 99, 1615 B.C.)
«Ἐπεὶ δὲ περὶ τοῦ Θεοῦ τὸ κινούμενον· καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις· σύγγνωθι, ἀδελφὲ φίλτατε· οὐχ οἷοι τέ ἐσμεν κατά τε Θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν· μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα [...] Ὥστε, εἰδὼς τὸ ἐπικίνδυνον κρίμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν· εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ’ ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; Οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι δρᾶσαί τι ἢ εἰπεῖν. Πιστεύομεν δὲ ὅτι καὶ αὐτός, ἓν ζητῶν, τὸ θεῖον θέλημα καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς θεοῦ καὶ κανόνος».
«Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα, παρ’ οὓς οὐκ ἔστιν οὔτε πρόσθεσιν οὔτε ὕφεσιν ποιεῖσθαι».
Ἐπιστολὴ (535 ἢ 201) Φιλοθέῳ Κτήτορι (PG 99, 1615 B.C.)
«Ἐπεὶ δὲ περὶ τοῦ Θεοῦ τὸ κινούμενον· καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις· σύγγνωθι, ἀδελφὲ φίλτατε· οὐχ οἷοι τέ ἐσμεν κατά τε Θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν· μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα [...] Ὥστε, εἰδὼς τὸ ἐπικίνδυνον κρίμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν· εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ’ ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; Οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι δρᾶσαί τι ἢ εἰπεῖν. Πιστεύομεν δὲ ὅτι καὶ αὐτός, ἓν ζητῶν, τὸ θεῖον θέλημα καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς θεοῦ καὶ κανόνος».
- Τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
(Εἰσαγωγὴ εἰς τὸ Πηδάλιον, ἔκδ. Παπαδημητρίου, Ἀθῆναι 200313, σελ. ιστ΄. ιζ΄)
«Αὕτη ἡ βίβλος [τὸ Πηδάλιον] εἶναι ἡ μετὰ τὰς ἁγίας Γραφὰς ἁγία
Γραφή, ἡ μετὰ τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην, διαθήκη. Τὰ μετὰ τὰ πρῶτα
καὶ θεόπνευστα λόγια, δεύτερα καὶ θεόπνευστα λόγια. Αὕτη ἐστὶ τὰ αἰώνια
ὅρια, ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν, καὶ νόμοι οἱ ὑπάρχοντες εἰς τὸν αἰῶνα,
καὶ ὑπὲρ πάντας τοὺς ἐξωτερικοὺς καὶ βασιλικοὺς νόμους τῶν Διγέρων, τῶν
Ἰνστιτούτων, τῶν Κωδήκων, τῶν Νεαρῶν ὑπερέχοντες. Ἐκείνους μὲν γὰρ
βασιλεῖς μόνον ἐξέδωκαν, τούτους δέ, αἱ μὲν Σύνοδοι οἰκουμενικαί τε καὶ
τοπικαὶ διὰ Πνεύματος ἁγίου, ὡς εἴπομεν, ἐθέσπισαν, οἱ δὲ βασιλεῖς
ἐπεκύρωσαν. Αὕτη ὡς ἀληθῶς ἐστι, καθὼς αὐτὴν ἐπωνομάσαμεν, τὸ Πηδάλιον
τῆς Καθολικῆς Ἐκκλησίας, διὰ μέσου τοῦ ὁποίου αὕτη κυβερνωμένη, ἀσφαλῶς
τοὺς ἐν αὐτῇ ναύτας καὶ ἐπιβάτας, ἱερωμένους τε λέγω καὶ λαϊκούς, πρὸς
τὸν ἀκύμαντον παραπέμπει τῆς ἄνω βασιλείας λιμένα […] Τοιουτοτρόπως ἡ
αὐτὴ Τριάς, καὶ τὸν δεύτερον τοῦτον καὶ νοητὸν κόσμον τῆς Καθολικῆς
Ἐκκλησίας κατασκευάσασα, μὲ τοὺς ἱεροὺς τούτους καὶ θείους Κανόνας
συνέδησεν αὐτὸν καὶ συνέπηξεν. Ἐξ ὧν ἡ τῶν Πατριαρχῶν ἀποτίκτεται
εὐταξία, ἡ τῶν Ἀρχιερέων ἁρμονία, ἡ τῶν Ἱερέων κοσμιότης, τῶν διακόνων ἡ
σεμνοπρέπεια, τῶν Κληρικῶν ἡ σεβασμιότης, τῶν Μοναχῶν ἡ εὐρυθμία, τῶν
Πνευματικῶν Πατέρων ἡ πρὸς διόρθωσιν ἀπαιτουμένη γνῶσις, τῶν βασιλέων ἡ
παρὰ πάντων ὀφειλομένη τιμή, καὶ πάντων ἁπλῶς τῶν χριστιανῶν ἡ πρέπουσα
χριστιανοῖς διαγωγὴ καὶ κατάστασις, καὶ καθολικῶς εἰπεῖν, ἐκ τῶν ἱερῶν
τούτων Κανόνων, ἡ κάτω ἐκκλησιαστικὴ ἱεραρχία γίνεται μίμημα καὶ
ἐκσφράγισμα τῆς οὐρανίου ἱεραρχίας. Καὶ αἱ δύω ὁμοῦ ἱεραρχίαι
ἀποκαθίστανται μία, ἓν μέλος ἀνακρουομένη, ἐναρμόνιόν τε καὶ πάγχορδον.
Ἔκβαλε τοὺς κανόνας τῶν στοιχείων ἀπὸ τὴν ὑλικὴν κτίσιν, καὶ παρευθὺς
λύεται ἡ τάξις, καὶ λυομένης τῆς τάξεως, ὅλον τὸ πᾶν ἀφανίζεται. Ἔκβαλε
καὶ τοὺς ἱεροὺς τούτους κανόνας ἀπὸ τὴν Ἐκκλησίαν, καὶ παρευθὺς
ἐπεισέρχεται ἡ ἀταξία, καὶ ἐκ τῆς ἀταξίας ἅπασα ἡ ἱερὰ αὐτῆς διακόσμησις
ἀφανίζεται […] Μακάριοι ἐστέ, χριστιανοὶ ἀδελφοί, ὅτι διὰ τῆς βίβλου
ταύτης ἠξιώθητε νὰ γνωρίσετε τὰ εὐάρεστα τῷ Θεῷ πατρικὰ καὶ συνοδικὰ
παραγγέλματα […] εἴτε νάματα οὐράνια θέλει τα ὀνομάσει τινάς, ὡσὰν ὁποῦ
διὰ τούτων τὸ πρόσωπον ἅπαν τῆς Ἐκκλησίας ποτίζεται, εἴτε θεμέλια
πνευματικά, ἐπάνω εἰς τὰ ὁποῖα πᾶσα χριστιανικὴ οἰκοδομὴ ἑδράζεται».
- Τοῦ Ἁγίου Ἀθανασίου τοῦ Παρίου,
Ἐπιτομὴ εἴτε Συλλογὴ τῶν θείων τῆς Πίστεως δογμάτων, ἐκδ. Καλλινίκου Ἱερομονάχου, Βράιτκοπφ καὶ Ἕμτελ, Λειψία τῆς Σαξωνίας 1806, 42ἑ.
«Ὀφείλεται μὲν οὖν ἅπασα καὶ ὅλη ἡ πίστις καὶ τὸ σέβας τῇ
οἰκουμενικῇ συνόδῳ ἅτε παριστώσῃ δηλαδὴ τὴν καθολικὴν ἐκκλησίαν, ἧς κατὰ
τὸν θεῖον ἀπόστολον πολλαχοῦ, κεφαλὴ ἀθάνατος καὶ πάνσοφός ἐστιν ὁ
Ἰησοῦς Χριστός. Δι΄ ὃ καὶ πιστεύομεν, ὅτι τῷ θείῳ αὐτοῦ πνεύματι
φωτιζομένῃ, πάντα ὀρθῶς ἀποφαίνεται, καὶ ἀπταίστως, δόγματά τε καὶ
κανόνας, καθ΄ οὓς διαβιοῦν ὀφείλομεν ἅπαντες. Ὥστε, συντόμως εἰπεῖν
εἴτις μὴ τῇ οἰκουμενικῇ Συνόδῳ πείθεσθαι βούληται, οὗτος τῆς
χριστιανικῆς μοίρας τε καὶ ἐλπίδος ἐκπέπτωκε, κατὰ τὴν Δεσποτικὴν
ἀπόφασιν, ὅτι ἐάν τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι, ὥσπερ ὁ ἐθνικὸς καὶ
ὁ τελώνης. Ἔστιν οὖν ἡ οἰκουμενικὴ Σύνοδος κριτὴς ὑπέρτατος τῶν
ἐκκλησιαστικῶν ζητημάτων, ὡς παριστῶσα τὴν καθόλου ἐκκλησίαν, ἀλλὰ καὶ
ἀπάτης ἀνωτέρα, ἐν οἷς ἀποφαίνεται, ὡς ἀμέσως ὑπὸ τοῦ ἁγίου φωτιζομένη
πνεύματος. Δι΄ ὅ,τι τοῖς παρ’ αὐτοῖς θεσπίσμασιν οἱ ἁπανταχοῦ Χριστιανοὶ
ὡς Θεοῦ λόγοις πείθεσθαι μέλλουσι. Καὶ ὅπερ ὁ μέγας Ἀπόστολος Πέτρος
περὶ τῶν προφητῶν ἔφη, ὡς ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν οἱ
ἅγιοι τοῦ Θεοῦ ἄνθρωποι, τοῦτ’ αὐτὸ καὶ περὶ τῶν οἰκουμενικῶν
ἀποφάνσεων, οἱ θεῖοι πατέρες ἡμᾶς διδάσκουσι. Ἐπειδὴ δὲ κριτοῦ ἴδιόν
ἐστι, καὶ παιδείαις ὑποβάλλειν τοὺς τῶν νόμων παραβάτας, ἔχει δὴ καὶ
τοῦτο τὸ δικαίωμα καὶ ἀξίωμα παρὰ τοῦ οὐρανίου βασιλέως Χριστοῦ, τοῦ
πρὸς τοὺς μαθητὰς αὐτοῦ τὴν ἐξουσίαν παρασχόντος τοῦ δεσμεῖν καὶ λύειν.
Καὶ δὴ τοὺς μὴ πειθομένους τῇ ὀρθῇ τῆς ἐκκλησίας Διδασκαλίᾳ, δεσμοῖς
ἀλύτοις ὑποβάλλει, καὶ τῷ αἰωνίῳ παραπέμπει ἀναθέματι».
- Ἁγίου Γρηγορίου Ε΄ Πατριάρχου ΚΠόλεως
Ἐμμέσως ἐκ τοῦ κειμένου «Ἔκθεσις ἀπόψεων τοῦ Μητροπολίτου Πειραιῶς
Χρυσοστόμου περὶ τοῦ τρόπου καὶ τῶν μέτρων, δι΄ὧν, συνωδᾷ τῇ 3ῃ
Συντακτικῇ Πράξει τῆς 9 Ἰανουαρίου 1974, θὰ ἀποκατασταθῇ ἐν τῷ χώρῳ τῆς
Ἁγιωτάτης Ἑλληνικῆς Ἐκκλησίας ἡ διασαλευθεῖσα κανονικὴ τάξις» κ.λπ. σελ.
4ἑ. ὑποβληθεῖσα τὴν 4ην Μαρτίου 1974 εἰς τὴν Ἔκτακτον Πολυμελῆ Σύνοδον
τοῦ 1974 εὑρισκομένη εἰς τὰ ἀρχεῖα τῆς Ἱερᾶς Συνόδου. Εἰς τὸ βιβλίον ΑΘ.
ΑΝ. ΑΓΓΕΛΟΠΟΥΛΟΥ, Ἐκκλησιαστικὴ Ἱστορία-Ἱστορία τῶν δομῶν διοικήσεως
καὶ ζωῆς τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐκδ. Κυριακίδη, Θεσσαλονίκη 1984,
σελ.89
«Ὅσα μὲν κατὰ τοὺς θείους θεσμοὺς καὶ τοὺς ἱεροὺς καὶ ἀποστολικοὺς καὶ συνοδικοὺς κανόνας τυγχάνει διακυβερνώμενα πολλὴν ἔχουσι τὴν χάριν παρὰ Θεοῦ καὶ κλέος μέγιστον· ὅσα δέ, τοὐναντίον, παραβαίνει τὸν ὅρον, ἐκτρεπόμενα, ἐν τούτοις προφανὴς ἡ ἀκοσμία, κατάδηλος ἡ φθορὰ καὶ ἐπὶ πᾶσιν, ἡ τῶν ψυχῶν ἀπώλεια».
«Ὅσα μὲν κατὰ τοὺς θείους θεσμοὺς καὶ τοὺς ἱεροὺς καὶ ἀποστολικοὺς καὶ συνοδικοὺς κανόνας τυγχάνει διακυβερνώμενα πολλὴν ἔχουσι τὴν χάριν παρὰ Θεοῦ καὶ κλέος μέγιστον· ὅσα δέ, τοὐναντίον, παραβαίνει τὸν ὅρον, ἐκτρεπόμενα, ἐν τούτοις προφανὴς ἡ ἀκοσμία, κατάδηλος ἡ φθορὰ καὶ ἐπὶ πᾶσιν, ἡ τῶν ψυχῶν ἀπώλεια».
Δ. Ἐκ τῶν νομο – κανονικῶν κειμένων τῆς Ρωμηοσύνης (τοῦ “Βυζαντίου”)
- Ἰουστινιανοῦ Νεαρὰ ρλα΄, Περὶ ἐκκλησιαστικῶν κανόνων καὶ προνομίων
Corpus Juris Civilis, τόμ. 3, ἐκδ. Weidmann, Berlin 19682, σελ. 654ἑ.
«Θεσπίζομεν τοίνυν τάξιν νόμων ἐπέχειν τοὺς ἐκκλησιαστικοὺς
Κανόνας, τοὺς ὑπὸ τῶν ἁγίων τεσσάρων Συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας,
τοὐτέστι τῆς ἐν Νικαίᾳ τῶν τιη΄ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων
ρν΄ Πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἐν ᾗ Νεστόριος κατεκρίθη καὶ τῆς ἐν
Καλχηδόνι, καθ΄ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη. Τῶν γὰρ
προειρημένων ἁγίων δʹ Συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς
δεχόμεθα καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν».
- Τῶν Βασιλικῶν, βιβλ. ε΄, τίτλ. γ΄, κεφ. α΄, θέμα α΄ .
Παρὰ τῷ Νομοκάνονι τοῦ Μ. Φωτίου, τιτλ. α΄, κεφ. β΄
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 36ἑ.
«Θεσπίζομεν τοίνυν τάξιν νόμων ἐπέχειν τοὺς ἐκκλησιαστικοὺς
Κανόνας, τοὺς ὑπὸ τῶν ἁγίων ἑπτὰ Συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας [...]
τῶν γὰρ προειρημένων ἁγίων Συνόδων τὰ δόγματα καθάπερ τὰς θείας Γραφὰς
δεχόμεθα καὶ τοὺς Κανόνας ὡς νόμους φυλάττομεν».
Σημείωσις ἁγίου Νικοδήμου: «διὰ τοῦ “βεβαιωθέντας” δηλοῦνται οἱ
Κανόνες τῶν τοπικῶν Συνόδων καὶ τῶν κατὰ μέρος Πατέρων οἱ παρὰ τῶν
Οἰκουμενικῶν Συνόδων βεβαιωθέντες, κατὰ τὸν Βαλσαμῶνα» (Πηδάλιον, ἐκδ.
Παπαδημητρίου, 2003 13, σελ. κ’).
- Τῶν Νεαρῶν, τίτλ. β’, διάταξις γ΄. Παρὰ τῷ Νομοκάνονι τοῦ Μ. Φωτίου, τίτλ. α΄, κεφ. β΄
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων,
τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 36
Ἡ διάταξις αὕτη (ἤτοι αὐτὴ αὕτη ἡ Ἰουστινιάνειος ρλα΄ Νεαρὰ)
«τοὺς τῶν ἑπτὰ Συνόδων Κανόνας θέλει κρατεῖν καὶ τὰ δόγματα αὐτῶν ὡς τὰς θείας Γραφάς».
- Αὐτοκράτορος Λέοντος τοῦ Σοφοῦ
Τῶν Βασιλικῶν, βιβλ. ε΄, τίτλ. γ΄, κεφ. α΄
(παρὰ τῷ Πηδάλιον, ἐκδ. Παπαδημητρίου, 2003 13, σελ. κ’).
«Δέχομαι τὰς ἁγίας ἑπτὰ Οἰκουμενικὰς Συνόδους ὡς τὸ ἅγιον Εὐαγγέλιον».
- Τοῦ αὐτοῦ, Νεαραὶ Διατάξεις, β΄, PG 107, 428C.
«Τῶν ἱερῶν καὶ θείων κανόνων, τῶν τε ἄλλων καὶ ὅσοι περί τε
ἱερωσύνης καὶ χειροτονίας ἐπισκόπων ἐθέσπισαν, εἰς τὸ ἄριστόν τε καὶ
ἀκριβέστατον ἐκπεφωνημένων, (πῶς δ’ οὐκ ἔμελλον ἀκριβῶς ἐκπεφωνῆσθαι,
θείας ἐπιπνοίας ἐν τοῖς φθεγγομένοις ἐνεργούσης;) θαυμάζειν ἔπεισί μοι,
πῶς οὐκ εὐλαβήθησάν τινες, ὥσπερ ἐνδεῶς ἐκείνως ἐχόντων τολμᾷν ἑτέρων
ἐκθέσει νόμων τοὺς ἱεροὺς καὶ θείους ἀθετεῖν νόμους».
- Τοῦ Κώδικος, βιβλ. α΄, τίτλ. β΄, διατάξει ιβ΄.
Παρὰ τῷ Νομοκάνονι τοῦ Μ. Φωτίου, τίτλ. α΄, κεφ. β΄
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 36
«Οἱ τοῖς Κανόσιν ἐναντιούμενοι πραγματικοὶ τύποι [δηλ. βασιλικὰ προστάγματα] ἄκυροί εἰσι».
- Σχόλιον Θεοδώρου Βαλσαμῶνος (Πατριάρχου Ἀντιοχείας, ιβ΄ αἰ.) εἰς τὸ ὡς ἄνω β΄κεφ. τοῦ Νομοκάνονος τοῦ Μ. Φωτίου
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. Α ΄, ἐκ τῆς Τυπογραφίας Γ. Χαρτοφύλακος, Ἀθήνησιν 1852, σελ. 38
«Ἐπισημείωσαι τὴν παροῦσαν ἑρμηνείαν καὶ ἔχων αὐτὴν ἐπὶ μνήμης λέγε
τοὺς Κανόνας ἰσχύειν πλέον τῶν νόμων· οἱ μέν γάρ, ἤγουν οἱ Κανόνες,
παρὰ Βασιλέων καὶ ἁγίων Πατέρων ἐκτεθέντες καὶ στηριχθέντες, ὡς αἱ θεῖαι
Γραφαὶ δέχονται· οἱ δὲ νόμοι παρὰ Βασιλέων μόνον ἐδέχθησαν ἢ
συνετέθησαν, καὶ διὰ τοῦτο οὐ κατισχύουσι τῶν θείων Γραφῶν οὐδὲ τῶν
Κανόνων».
Ματθαῖος Βλάσταρις (ιδ΄ αἰ.), Σύνταγμα κατὰ στοιχεῖον (στοιχ. μ΄, κεφ. ιε΄)
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. ΣΤ΄, ἐκ τοῦ Τυπογραφείου της Αὐγῆς, ἐν Ἀθήναις 1859, σελ. 393
Ματθαῖος Βλάσταρις (ιδ΄ αἰ.), Σύνταγμα κατὰ στοιχεῖον (στοιχ. μ΄, κεφ. ιε΄)
Γ.Α. ΡΑΛΛΗ – Μ. ΠΟΤΛΗ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τόμ. ΣΤ΄, ἐκ τοῦ Τυπογραφείου της Αὐγῆς, ἐν Ἀθήναις 1859, σελ. 393
«Ἀπὸ τῆς ρλα΄ Ἰουστινιανείου Νεαρᾶς γνοίης ἄν, ὅτι τὰ γινόμενα παρὰ τῶν Κτιτόρων ἐν τοῖς Μοναστηριοίς Τυπικὰ στέργειν ὀφείλουσιν, εἰ μή που τοῖς Κανόσιν ἐναντιοῦνται».
http://www.impantokratoros.gr/anthologion-ieron-kanonon.el.aspx