Εὐχὴ ἐπὶ Συμφορᾷ Λαοῦ
ὑπὸ τοῦ Ἁγιωτάτου Πατριάρχου
Καλλίστου
Κύριε καὶ Θεὲ τοῦ
ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, καὶ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ,
ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ τῇ σοφίᾳ διοικῶν τὰ
πάντα, ὁ δεσμεύων καὶ πάλιν ἐξάγων, ὁ ταπεινῶν καὶ αὔθις ἀνυψῶν, ὁ τοῖς μὲν ὑπερηφάνοις
ἀντιτασσόμενος, ταπεινοῖς δὲ δίδούς χάριν, οὕ τῷ κράτει συνέχεται πᾶσα κτίσις, ὅση
τε νοητὴ καὶ αἰσθητή∙ οὕ τὰ κρίματα ἄβυσσος πολλή, καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι∙ οὕ τῷ Πνεύματι
πάντα ἄγεται∙ οὕ
ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων∙ ᾧ ὑπείκει τὰ ἄστρα, ᾧ πάντα ὑποτέτακται∙ ᾧ πᾶσα δουλεύει κτίσις∙ ὅν
αἱ νοεραὶ πᾶσαι Δυνάμεις τρέμουσι, καὶ ἀλήκτοις δοξολογίαις γεραίρουσιν, ὅν τὰ σύμπαντα
φωναῖς ἀλαλήτοις ὑμνεῖ.
Σὺ
τοίνυν, νοητὲ δικαιοσύνης Ἥλιε, Θεὲ ἀληθινέ, ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, εὐμενεῖ καὶ ἱλέῳ ὄμματι
ἔπιδε
ἐπὶ τὸν λαόν σου τὸν ἡμαρτηκότα καὶ ἀπεγνωσμένον, καὶ κατάπεμψον ἐπ’ αὐτοὺς τὰ ἐλέη σου τὰ πλούσια.
Φεῖσαι
τῆς κληρονομίας σου∙ φεῖσαι τοῦ λαοῦ σου∙ φεῖσαι τοῦ ἀμπελῶνος, ὅν ἐφύτευσεν ἡ δεξιά σου. Τὴν ἔμφυτον ἀγαθότητα τὴν σὴν ὑπὲρ ἡμῶν ἔχων ἱκετεύουσαν, μνήσθητι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου, μνήσθητι τῶν ἁγίων σου Θυσιαστηρίων, ἅ βεβήλοις ποσὶν ἐπατήθησαν, καί γε πυρὶ παρεδόθησαν∙ μνήσθητι τῆς ἐλεεινῆς ἡλικίας, τῆς εἰς αἰχμαλωσίαν ἀσεβέσι παραδοθείσης∙ καὶ τὴν μὲν πατρῴαν εὐσέβειαν ἀνοήτῳ γνώμῃ ἐξομωσαμένης, τῷ δὲ Διαβόλῳ ἐπιγραψαμένης∙ καὶ στῆσον ἤδη ῥάβδον ἁμαρτωλῶν, κατὰ κλήρου δικαίων ἀφιεμένην.
Μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ Ὄνομά σου τὸ ἅγιον,
καὶ διὰ τὸν ἄφατον ἔλεον, τὸν ὑπερεκχυνόμενον ἐκ τῆς σῇ ἀγαθότητος. Καὶ δὸς δὴ τῷ φιλοχρίστῳ βασιλεῖ ἡμῶν, ἄνεσιν τῶν κατεχόντων τούτων ἀνιαρῶν,
καὶ ἀπαλλαγὴν τῶν ἐμφυλίων θορύβων καὶ στάσεων∙ ἐνίσχυσον αὐτοῦ τὸν βραχίονα, καὶ τοὺς ἐπανισταμένους αὐτῷ ὑπόταξον,
καὶ σύναψον αὐτοῦ
τὰ στρατεύματα εἰς μίαν ὁμόνοιαν, καὶ εἰρήνην, καὶ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἀνώτερον αὐτὸν διατήρησον.
Ἄγγελον αὐτῷ ἐξ ἁγίου κατοικητηρίου σου κατάπεμψον
φύλακα, σαφῶς προπολεμοῦντα τοῦ σοῦ Βασιλέως∙ ἀστασίαστον ἐν βαθείᾳ γαλήνῃ τὴν βασιλείαν αὐτῷ δώρησαι∙
ὡς ἂν τὸ σὸν ἅγιον Ἔθνος τῶν Ἑλλήνων ἐν τῇ γαλήνῃ αὐτοῦ ἤρεμον καὶ ἡσύχιον βίον διάγῃ, καὶ πᾶσαν ἄλλην ἐπεγειρομένην κατ’ αὐτοῦ ταραχὴν καὶ ἐπιβουλὴν τῇ ἀμάχῳ σου δεξιᾷ διασκέδασον, καὶ ἀνεπιβούλευτον καὶ μακρὰν αὐτῷ τὴν ζωὴν χάρισαι∙ πρεσβείαις τῆς
πανυπερενδόξου
καὶ ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀΰλων Λειτουργῶν, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.