Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Κυριακή 5 Ιανουαρίου 2014

ΠΡΟΕΟΡΤΑΣΩΜΕΝ ΛΑΟΙ, ΧΡΙΣΤΟΥ ΤΑ ΓΕΝΕΘΛΙΑ

ΠΡΟΕΟΡΤΑΣΩΜΕΝ ΛΑΟΙ, ΧΡΙΣΤΟΥ ΤΑ ΓΕΝΕΘΛΙΑ

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι· διὸ κράξωμεν, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ Ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ παράκλητον Πνεῦμα, Τριὰς Ἁγία δόξα σοι.

Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.