Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 22 Ιανουαρίου 2014

ΤΩ ΠΑΝΤΑΝΑΚΤΟΣ ΕΞΕΦΑΥΛΙΣΑΝ ΠΟΘΩ


ΤΩ ΠΑΝΤΑΝΑΚΤΟΣ ΕΞΕΦΑΥΛΙΣΑΝ ΠΟΘΩ


«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Ο
ἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λ
έγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σ
ῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,
Τα
ῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Ο
ὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Ν
έμοντος, εὐσεβείας ἕνεκα, δρόσον.

Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρ
όβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφο
ύμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.

Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κ
όσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν.
Ο
ὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,
Σ
ῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.http://feeds.feedburner.com/%7Er/blogspot/kORMW/%7E4/5-ltDeuJN-8?utm_source=feedburner&utm_medium=email