Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Πέμπτη 21 Σεπτεμβρίου 2017

H κύρια αποστολή των κληρικών;

H κύρια αποστολή των κληρικών;

«Ὅτι δεῖ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας,ἐν πάσῃ μὲν ἡμέρᾳ,ἐξαιρέτως δὲ ἐν ταῖς Kυριακαῖς,
πάντα τ
ὸν κλῆρον καὶ τὸν λαὸν ἐκδιδάσκειν τοὺς τῆς εὐσεβείας λόγους,
ἐκ τῆς θείας γραφῆς ἀναλεγομένους τὰτῆς ἀληθείας νοήματά τε, 
καὶ κρίματα, καὶ μη παρεκβαίνοντας τους ηδητεθεντας ορους, ή την εκ τωνθεοφορων πατερων παραδοσιν.
Aλλα και ει γραφικος ανακινηθειηλογος, μη αλλως τουτον ερμηνευετωσαν, ή ως αν οι της εκκλησιας φωστηρες και διδασκαλοι, δια των οικειων συγγραμματων παρεθεντο·
και μαλλον εν τουτοις ευδοκιμειτωσαν,
ή λογους οικειους συνταττοντες·
ἵνα μή, έστιν ὅτε, πρὸς τοῦτο ἀπόρως ἔχοντες,ἀποπίπτοιεν τοῦ προσήκοντος.
δι
ὰ γὰρ τῆς τῶν προειρημένων πατέρων διδασκαλίας, οἱ λαοὶ ἐν γνώσει γινόμενοι τῶν τε σπουδαίων καὶ αἱρετῶν,
κα
ὶ τῶν ἀσυμφόρων καὶ ἀποβλήτων,
τ
ὸν βίον μεταρρυθμίζουσι πρὸς τὸ βέλτιον,
κα
ὶ τῷ τῆς ἀγνοίας οὐχ ἁλίσκονται πάθει,ἀλλὰ προσέχοντες τῇ διδασκαλίᾳ,ἑαυτοὺς πρὸς τὸ μὴ κακῶς παθεῖν παραθήγουσι, καὶφόβῳ τῶν ἐπηρτημένων τιμωριῶν τὴν σωτηρίανἑαυτοῖς ἐξεργάζονται».
(Κανόνας ΙΘ ΣΤ Οικουμενική Σύνοδος).