Τῇ Θεοτόκῳ ἐκτενῶς νῶν προσδράμωμεν, ἁμαρτωλοί καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα.
Τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστώμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.