Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 26 Μαρτίου 2021

Προσευχὴ διὰ τὸν Κορωνοιόν

Προσευχὴ διὰ τὸν Κορωνοιόν 

Ποίημα Μητροπολίτου Ἐδέσσης κ.κ. ΙΩΗΛ

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς τὸ μέγα τραῦμα τὸν ἄνθρωπον, ὁ μὴ καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς, ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἀρρωστοῦντας καὶ κακῶς ἔχοντας, ὁ εὐεργετήσας καὶ ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ, πρόσδεξαι εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ ἀναξιοπαθοῦντας.

Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτὸν ἀφ' ἡμῶν καὶ ἀπὸ πάσης τῆς οἰκουμένης.

Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, τὴν ἐπικράτησιν αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ.

Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς παντοδύναμος.

Φύλαξον τὴν νεότητα, καὶ περιφρούρησον τοὺς ἀσθενήσαντας, καὶ τοὺς ἐν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, καὶ πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, καὶ ἀντὶ ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν καὶ πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων.

Ἀμήν.




 

Τῇ Θεοτόκῳ ἐκτενῶς

 Τῇ Θεοτόκῳ ἐκτενῶς νῶν προσδράμωμεν, ἁμαρτωλοί καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα.

Τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστώμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Προσευχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Θεοτόκε Παρθένε, εὐλογημένη Μαρία κεχαριτωμένη, Δέσποινα τοῦ οὐρανοῦ καί τῆς γῆς, εὐλο­γημένος ὁ καρπός τῆς κοιλίας σου, ὅτι σωτῆρα ἔτεκες, τόν μονογενῆν Υἱὀν τοῦ Θεοῦ καί Σωτῆρα τῶν ψυχῶν ἡμῶν.Τῶν Ἀποστόλων, λαμπρότης, τῶν προφητῶν σύναξις, τῶν μαρτύρων ἐκκλησία, τῶν χριστιανῶν τό καταφύγιον, σκέπασόν με, Παρθένε Μαρία, ὑπό τήν προστασίαν τῶν Ἀγγέλων καί ὑπό τήν σκέπην τῶν πτερύγων σου, καί βοήθησόν με τόν δοῦλον σου ἀπό πάντα πειρασμόν, ὁπού μέλλει νά μοῦ ἔλθῃ καί μή μέ ἀπορρίψῃς, ὦ Παρθένε Μαρία, βοήθησόν με, Κυρία τοῦ Κόσμου, τήν ἡμέραν τῆς κρίσεως, ὅπως ἔλθη ἡ ταπεινή μου ψυχή μέσα εἰς τόν Παράδεισον ἔμπροσθεν εἰς τόν ἀδέκαστον θρόνον τοῦ Υἱοῦ σου, ὅταν ἔλθῃ νά κρίνῃ τόν κόσμον ἐν τῇ δευτέρᾳ ἡμέρᾳ τῆς φρικτῆς Αὐτοῦ Παρουσίας καί νά ἀκούσω τό «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μουκληρονομήσατε τήν ἡτοιμασμένην μου βασιλείαν».

Ναί, Δέσποινα τοῦ Κόσμου, δώρησόν μοι τῷ ταπεινῷ δούλῳ σου τό ζητούμενον, ἵνα εὐχαρίστως δοξάζω τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αιώνων. 

Ἀμήν.

 

 

Δευτέρα 15 Μαρτίου 2021

Εὐχὴ εἰς ἀπειλὴν λοιμικῆς ἀσθενείας

 

Εχ ες πειλν λοιμικς σθενείας

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, πανάγαθε Δέσποτα· παρέβημέν σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθήκας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ Βαπτίσματι, κατέναντι τοῦ μεγάλου σου Θυσιαστηρίου, ἐνώπιον Ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων· ἠθετήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες, καὶ τῆς φοβερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. Πᾶσα Γραφὴ καὶ θεῖος Νόμος καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς ῥήματα πράξεως ἔρημα παρ᾿ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τάλανες περιφέρομεν.

Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπαγὴν καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι, καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν, καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας, ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις, ἀσωτίας καὶ πάσης ἀσελγείας καθ᾿ ὑπερβολὴν ἐπληρώσαμεν· τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χριστοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι.

Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. Καὶ ἐπειδή, μήτε τοῖς ἡμετέροις ἀγαθοῖς, μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελτίους γεγόναμεν, δικαίως καθ᾿ ἡμῶν αὐτῶν τὴν δικαίαν σου παίδευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρομεν.

Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ᾿ ἡμῶν φερομένην δικαίως ταύτην μάστιγα τῆς ἐπαπειλούσης ἡμῖν λοιμικῆς ἀσθενείας· νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα· τὸ τῆς σῆς ἀπείρου χρηστότητος πέλαγος κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασσαν. Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα, λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, ἅ τινες ἡμᾶς τοὺς ἀθλίους παρευδοκιμοῦσι, καὶ εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν προάγουσι.

Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπίπτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπληρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα. Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε, τὸν Σταυρόν, καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν Ἀποστόλων, τοὺς τῶν Ὁσίων ἱδρῶτας καὶ τῶν Μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τεκοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, καὶ σὺν αὐτοῖς ταῖς πρεσβείαις τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Χαραλάμπους, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας καὶ τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, καὶ τῆς παρούσης λοιμικῆς ἀσθενείας, καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον.

Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ἀμήν.