(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς ἀθληφόρους καὶ Ἁγίας Παρθένους, τὰς δι’ ἁγνείας ἀκραιφνοῦς κοσμουμένα, ἀνευφημοῦντες κράξωμεν ἐκ μέσης ψυχῆς· Μάρτυρες πανεύφημοι, ταῖς ὑμῶν ἱκεσίαις, τοὺς ὑμᾶς γεραίροντας, πάσης ῥύσασθε βλάβης, τοῦ πολεμίου δράκοντος Σατᾶν, καὶ σωτηρίας λιμένι ἰθύνατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Εἶτα, ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἠ ἀκροστιχίς: Μέλπω τριῶν ἀθλοπαρθένων τοὺς πόνους. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρτυρικοῖς κεκοσμημέναι στέμμασιν, ὡς Ἀθληφόροι Χριστοῦ, καὶ τῆς Τριάδος, καλλοναῖς θεούμεναι, Παρθένοι αἱ τρισάριθμοι, φωτισμόν μοι σοφίας, παρὰ Θεοῦ ἐξαιτήσασθε, μέλποντι ὑμῶν τὴν πανήγυριν.
Ἔρως ὁ θεῖος ὥσπερ πῦρ οὐράνιον, ἐν ταῖς καρδίαις ὑμῶν, ἀναφθεὶς ἀΰλως, Μάρτυρες καλλίνικοι, ὑμᾶς λαμπρῶς ἀνέδειξε, παρθενίας λαμπάδας, ἐξαστραπτούσας τοῖς σκάμμασι, τὴν τῆς εὐσεβείας λαμπρότητα.
Λελαμπρυσμέναι αἱ σεμναὶ αὐτάδελφοι, ἀπὸ νεότητος, σωματικῷ κάλλει, καὶ ψυχῆς φαιδρότητι, τὴν χάριν τὴν τοῦ πνεύματος, ἐκληρώσαντο πίστει, ὥσπερ τρυγόνες πανάμωμοι, κόσμου συναυλίας μακρύνουσι.
Πᾶσαν τὴν σχέσιν τῶν φθαρτῶν παρείδετε, ὡς οὐρανόφρονες, καὶ τῷ Θεῷ Λόγῳ, νοερῶς ἡνώθητε, ἐν ὄρει γὰρ σκηνώσαι, βιοτὴν οὐρανίαν, μετὰ σαρκὸς διεδράμετε, ῥεῖθρα ἰαμάτων πηγάζουσαι.
Θεοτοκίον.
Ὡς μυροθήκη φωταυγὴς καὶ ἔμψυχος, τοῦ θείου μύρου ἁγνή, ζωῆς εὐωδίαν, τῷ κόσμῳ διέπνευσας, ἧς ἐν μεθέξει ὤφθησαν, αἱ αὐτάδελφοι Κόραι, περιφανῶς ἀριστεύσασαι, Κεχαριτωμένη Πανύμνητε.
Ωδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῆς εὐσεβείας τὴν ἰσχύν, ὡς εἶδεν ἀνθηφορούσας, ὁ ἐχθρὸς ὑμᾶς ἐν μέσῳ σταδίου, κατεπλάγη ἀληθῶς, θεηγορίᾳ λόγων γάρ, καὶ πόνων καρτερίᾳ, τούτου τὸ θράσος καθείλετε.
Ῥαβδον δυνάμεως Χριστοῦ, ἡ εὐκλεὴς Μηνοδώρα, ὡς κρηπῖδα ἀῤῥαγῆ κεκτημένη, τῶν μαστίγων τὰς ὁρμάς, καὶ τῶν δεσμῶν τὴν κάκωσιν, ὑπέμεινε γενναίως, ὑμνολογοῦσα τὸν Κύριον.
Ἰσχύϊ τῇ παντουργικῇ, ἡ Μητροδώρα ἡ Μάρτυς, ἱερῶς πυρπολουμένη τὴν φρένα, τὴν κατάφλεξιν στεῤῥῶς, τοῦ σώματος ὑπέμεινε, καὶ τὴν παρανομίαν, ἔρωτι θείῳ κατέφλεξεν.
Ὡραιωθεῖσα ἐμφανῶς, τῶν πόνων τῇ εὐπιδόσει, Νυμφοδώρα ἡ θεόφρων νεᾶνις, ἐμνηστεύθη μυστικῶς, Χριστῷ τῷ Παντοκράτορι, τῷ ὄντι παρὰ πάντας, βροτοὺς ὡραίῳ ὡς γέγραπται.
Θεοτοκίον.
Νάρδον καὶ μῦρον, ὁ Χριστός, ἐκκενωθὲν ἐν γαστρί Σου, ὠνομάσθη φιλανθρώπως Παρθένε, Οὗ τοῖς ἴχνεσι λαμπρῶς, νεάνιδες ἑπόμεναι, μαρτυρικοὺς ἀγῶνας, ὑπερφυῶς ἠγωνίσαντο.
Διάσωσον, ἀπὸ κινδύνων τριὰς Παρθενομαρτύρων, καὶ πάσης βλάβης ψυχῆς,ταῖς λιταῖς ὑμῶν, τοὺς πόθῳ θερμῷ, τὴν σκέπην ὑμῶν ἐκζητοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένοι σεμναί, καὶ Μάρτυρες ἀήττητοι, καὶ νύμφαι Χριστοῦ, αὐτάδελφοι πανεύφημοι, Μηνοδώρα ἔνδοξε, Μητροδώρα καὶ Νυμφοδώρα θεόφρονες, Χριστὸν δυσωπεῖτε παρασχεῖν, πταισμάτων παντοίων ἡμῖν ἄφεσιν.
Ωδη δ΄. Σύ μου ἰσχύς.
Ἀπὸ παιδός, Χριστὸν τὸν μόνον ἐράσμιον, διανοίᾳ ὁλικῇ ποθήσασαι, παρθενικὸν πλοῦτον ἀληθῶς, μαρτυρίου ἄθλοις, εἰς ἑκατὸν ἐπηυξήσατε, ἐντεῦθεν νικηφόροι, μελωδεῖτε ἀπαύστως· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θλᾶσιν μελῶν, καὶ τὸν ἐπώδυνον θάνατον, ὥσπερ ἄλλου πάσχοντος ἠνέγκατε, διὰ τὸν πάντων Δημιουργόν, Μηνοδώρα Μάρτυς, καὶ Μητροδώρα πανεύφημε, μετὰ τῆς Νυμφοδώρας, ἀθανάτων παστάδων, καὶ ἀλήκτου ζωῆς ἀξιούμεναι.
Λαμπροφανεῖς καὶ πλήρεις θείου φρονήματος, καὶ φρονήσει θεϊκῇ κοσμούμεναι, πρὸ τῶν βημάτων τῶν ἀσεβῶν, ἔστητε ἀνδρείως, θεολογοῦσαι τὴν σάρκωσιν, τοῦ πάντων εὐεργέτου, καὶ εἰδώλων τὴν πλάνην, διελέγχουσαι πόνων στεῤῥότητι.
Ὄντως φαιδρά, καὶ φωταυγής, καὶ ἀήττητος, ἡ χορεία πέφυκε Φιλάνθρωπε, τῶν αὐταδέλφων τῶν ἐκλεκτῶν, φύσεως τῷ νόμῳ καὶ εὐσεβείας ταῖς χάρισι, λαμπρῶς συγκροτουμένη, καὶ βοῶσά Σοι Λόγε· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Πύλη φωτός, θεοφεγγὴς ἀναδείξασαι, Θεοτόκε Μήτηρ Ἀειπάρθενε, ἐκ Σοῦ γὰρ ὤφθη μετὰ σαρκός, ὁ Δεσπότης πάντων, ὁ μόνος ὢν μεγαλόδωρος, ὁ δώροις ἀϊδίοις, τὸν χορὸν τῶν Παρθένων, ἀγλαΐσας Χριστὸς ὁ Θεὸς ἡμῶν.
Ωδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀκλινεῖ καρτερίᾳ, καὶ νεανικῇ ἐνστάσει, ὡς ἄσαρκος, Μηνοδώρα Μάρτυς, τὰ ὀστᾶ συντριβεῖσα ταῖς μάστιξι, πᾶσαν τὴν μανίαν, ἐχθροῦ συνέντριψας εἰς τέλος, συντριβέντων ὀφθεῖσα ἀνόρθωσις.
Ῥωμαλέᾳ ἐννοίᾳ, τοῦ Χριστοῦ εἰκόνισας τὸ θεῖον πάθημα, Μάρτυς Μητροδώρα, ὑψωθεῖσα γὰρ ξύλῳ ὑπέφερες, τὴν τοῦ σώματός σου, δεινὴν κατάφλεξιν θεόφρον, καὶ μοχλῶν βαρυτάτων τὴν πίεσιν.
Θεωρίᾳ ἀΰλῳ, τοῦ λαμπροῦ Νυμφίου σου ἐνατενίζουσα, ὄμμασι καρδίας Νυμφοδώρα σεμνὴ καλλιπάρθενε, τῆς σαρκὸς τὰ ἄλγη, ὡς νυμφικὰ δῶρα ἡγήσω, μεγαλόφρονι νῷ παμμακάριστε.
Ἐξενεύρισας πάντα, τῆς ἀπάτης σύνδεσμον, αἱ γενναιόφρονες, πίστεως δυνάμει, τῶν βασάνων τὰ βάρη τὰ πάνδεινα, καὶ ξεσμῶν τὰς στρέβλας, καὶ τὰς μεγίστας ἀλγηδόνας, ὁμονοίᾳ ἀρίστῃ προσφέρουσαι.
Θεοτοκίον.
Νυμφικῶς τῷ Υἱῷ Σου, τῷ ὡραίῳ Ἄχραντε, Κόραι νεάνιδες, καὶ σεμναὶ Παρθένοι, δια πόνων ἀθλήσεως χαίρουσαι, ἐν παστάδι θείαις, συνήφθησαν ἀδιαφθόρως, χαρμονῆς ἀκηράτου πληρούμεναι.
Ωδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς ἄνθη ἀειθαλῆ, καὶ ῥόδα ὄντως ἀμάραντα, κοιλᾶσι μαρτυρικαῖς, ἐνθέως ἠνθήσατε, σεμναὶ καλλιπάρθενοι, καὶ θεογνωσίας εὐωδίαν ἐπαφήκατε.
Νυμφίον τὸν ἀληθῆ, ἀπὸ ψυχῆς ἀγαπήσασαι, τοῦ κόσμου πᾶσαν τρυφήν, σαφῶς ἀπεπτύσατε, καὶ οἰκείοις αἵμασι, τῆς ἀθανασίας, τὴν πορφύραν ἐξυφάνατε.
Τὴν τρίφωτον ἀληθῶς, τῶν Ἀθληφόρων συνέλευσιν, ὑμνήσωμεν ἱερῶς, Μηνοδώραν μέλποντες, σὺν αὐτῇ τὴν ἔνδοξον, Μητροδώρα ἅμα, Νυμφοδώραν τε τὴν πάνσεμνον.
Ὁ βίος ὑμῶν λαμπρός, τῆς παρθενίας ταῖς κάλλεσιν, ἐξέλαμψεν ἐπὶ γῆς, αὐτάδελφοι Μάρτυρες, ἡ δὲ πίστις ἄῤῥηκτος, τοῖς τοῦ μαρτυρίου, σφραγισθεῖσα ἀγωνίσμασιν.
Θεοτοκίον.
Ὑψίστου περιφανές, καὶ θεῖον ὤφθης ἁγίασμα, ἁγιασμὸν ἀληθῆ, πηγάζουσα Δέσποινα, ταῖς τριτταῖς νεάνισι, ταῖς ἀγαπήσασαις, τοῦ Υἱοῦ Σου τὴν τερπνότητα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παῤῥησίαν κεκτημέναι πρὸς τὸν Κύριον, ὡς παρθένοι καὶ νύμφαι αὐτοῦ παμμακάριστοι, μὴ ἐλλείπητε ὑπὲρ ἡμῶν, τοῦ πρεσβεύειν ἐκτενῶς, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς καὶ πολυτρόπων πειρασμῶν, οἱ πιστως ὑμῖν κράζοντες· σπεύσατε Ἀθληφόροι, δωρούμεναι ἡμῖν πᾶσι, συμβίωσιν εἰρηνικήν, καὶ ἀγάπην ἀστασίαστον.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Προσέρχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγάς, καὶ φυλακὰς ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἔνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον, θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δόσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ἡμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Παύσασθε τὴν ἔφοδον, τῶν πειρασμῶν καὶ κινδύνων, σεμναὶ καλλιμάρτυρες, ταῖς ὑμῶν δεήσεσι πρὸς τὸν Κύριον, καὶ ταχὺ σώσατε, ἐκ νόσων παντοίων, καὶ τὸν κλύδωνα πραΰνατε, τῶν διαιρέσεων, καὶ εἰρηνικῶς πολιτεύεσθαι, ἡμᾶς καταξιώσατε, Τριὰς αὐταδέλφων ἡ ἔνδοξος, σεμνὴ Μηνοδώρα, σὺν θείᾳ Μητροδώρᾳ τῇ κλεινῇ, καὶ Νυμφοδώρα θεόνυμφε, Κόραι καλλιπάρθενοι.
Ωδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Σοφίαν τὴν ἄνωθεν, ἐν τῇ ἀνοίξει ὑμῶν τοῦ στόματος, ἑλκύσασαι θεοφρόνως, τὰς σοφιστείας τοῦ πολεμήτορος, καὶ τὰ τῆς πλάνης ἐπιτηδεύματα, ἐλύσατε προφανῶς, ὑμνολογοῦσαι Χριστόν.
Παθῶν ὑπεκκαύματα, τῇ ἐπομβρίᾳ τῆς Θείας Χάριτος, καταπαύσετε ὄντως, καὶ ἰαμάτων αἴγλην ἀρίδηλον, καταπυρσεύετε πίστει τοῖς κράζουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Οὐδόλως ἐκάμφθητε, τῇ τοῦ διώκτου μανίᾳ Μάρτυρες, ἀλλὰ φίλτρῳ ἀΰλῳ, κολαστηρίων τὸ πῦρ ἠνέγκατε, φωταγωγοῦσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεάνιδες πάνσεμνοι, φύσεως σχέσει λαμπρῶς ἑνούμεναι, ἠκολούθησαν Λόγε, τῇ εὐωδίᾳ τῶν παθημάτων σου, τῇ σῇ ἀγάπῃ, ψυχὴν τιτρωσκόμεναι καὶ ἐκβοῶσαι φαιδρῶς· εὐλογητὸς εἶ Χριστέ.
Θεοτοκίον.
Ὁ Λόγος σὰρξ γέγονεν, ἐκ Σοῦ Παρθένε Θεοχαρίτωτε, καὶ σαρκὸς ὑπερτέρας, ἐν τῇ ἀθλήσει δείκνυσιν Ἄχραντε, τὰς ἀθληφόρους βοώσας ἐν Πνεύματι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ωδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὑπομονὴν ἀσύγκριτον, καρτερίαν πανθαύμαστον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμεναι, ἐχθρὸν κατεβάλετε, τοὺς δὲ πιστοὺς εὐφράνατε, Μάρτυρες σεμναί, ἐν ὁμονοίᾳ βοῶσαι· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σεσοβησμένος ἔμεινεν, ὁ παράφρονος τύραννος, τῆς ὑμῶν σύμπνοιας κατιδὼν τὴν ἔνστασιν, δι’ ἧς ἀγαλλόμεναι, τῶν αἰκισμῶν τὴν ἔφοδον, ὡς ἀναψυχὴν προσκαρτερεῖτε, καὶ δόξαν θεόφρον Μηνοδώρα, Μητροδώρα τρισμάκαρ, καὶ θεία Νυμφοδώρα, αὐτάδελφοι παρθένοι.
Γνώσεως θείας ἔλλαμψιν, Μητροδώρα πλουτήσασα, ὡς ἀκτὶς ἀστράπτεις μαρτυρίου σκάμμασι, λαμπάδων τὴν ἔκαυσιν, ὡς δρόσον θείαν φέρουσα, καὶ καθάπερ βότρυς τοῖς μοχλοῖς συνθλιβεῖσα, ἀπέσταξας πλουσίως, θεογνωσίας οἶνον, τοῖς πόθῳ εὐλογοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν ῥαβδισμοὶς ἀνένδοτοι, ἐν ξεσμοῖς ἀπερίτρεπτοι, καὶ λοιπαῖς βασάνοις ὤφθητε ἀήττητοι, διὸ κατεῤῥάξατε, τῆς πλάνης πᾶσαν δόμησιν καὶ θεοσεβείας σεαυτὰς θείας στήλας, ἠγείρατε ἐνθέως, Μηνοδώρα ἡ Μάρτυς, καὶ θεία Νυμφοδώρα, Χριστὸν ὑπερυψοῦσαι.
Θεοτοκίον.
Ῥάβδος Σε προτυπώσασα, Ἀαρὼν Μητροπάρθενε, τὴν Σὴν ὑπὲρ λόγον κύησιν ἐσήμανε, Σὺ γὰρ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἐκλάμψαντα, σάρκα ἐκ τῶν Σῶν , ἀνειληφότα αἱμάτων, Ὃν παῖδες ἀνυμνοῦσιν, ἱερεῖς εὐλογοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ωδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Αἱμάτων ταῖς ῥανίσι τῶν ἱερῶν, φωταυγῆ ἀλουργίδα φοινίξασαι, τῷ Βασιλεῖ, τῷ προαιωνίῳ μετὰ χαρᾶς, παρέστητε πανεύφημοι, οἷάπερ παρθένοι θεοειδεῖς, καὶ θεῖαι Ἀθληφόροι, ἀδελφικῇ ἑνώσει, περιφανῶς καλλωπιζόμεναι.
Στιγμάτων τῶν ὡραίων τὰς ἀστραπάς, καὶ πληγῶν ζωηφόρων τὰς χάριτας, ὡς ἀληθῆ, κόσμον περιφέρουσαι εὐπρεπῶς, μαρτυρικῆς φαιδρότητος, καὶ τῆς τρισηλίου μαρμαρυγῆς, καὶ δόξης αἰωνίου, μετέσχετε ἐνθέως, Παρθενομάρτυρες αὐτάδελφοι.
Ἰάματα ὡς νάματα καθαρά, τὰ σεπτὰ καὶ πολύαθλα σώματα, ὑμῶν ἀεί, βρύουσι τῷ κόσμῳ ὑπερφυῶς, καὶ τὰς ψυχὰς καθαίρουσι, καὶ σωμάτων παύουσι τὰς πληγάς, τῶν πίστει προσιόντων, καὶ φόνῳ ἀπτομένων, Παρθενομάρτυρες αὐτάδελφοι.
Μαρτύρων ταῖς ἀγέλαις ἐν οὐρανοῖς, καὶ παρθένων τοῖς δήμοις συνήφθητε, ὡς εὐκλεεῖς, Μάρτυρες τοῦ πάντων Δημιουργοῦ, καὶ ὡς ἁγναὶ καὶ ἄμωμοι, κάλλει διαλάμπουσαι ἀρετῶν, καὶ φέρουσαι εν πίστει, λαμπάδας τὰς Ἁγίας, Παρθενομάρτυρες αὐτάδελφοι.
Ὁ χείλεσιν ἀνάγνοις καὶ ῥυπαροῖς, καὶ καρδίᾳ δυσώδει τοῖς πάθεσιν, τοὺς καθαρούς, πόνους ὑμῶν μέλψαι καὶ εὐαγεῖς, ἐπιχειρήσας ἥττημαι, τούτων τῷ μεγέθει καὶ τῷ φωτί, διὸ τὴν πρόθεσίν μου, προσδέξασθε αἰσίως, καὶ φωτισμόν μοι χορηγήσατε.
Θεοτοκίον.
Ὑπέρτερος ὁ τόκος Σου λογισμῶν, καὶ νοήσεως πάσης ἐπέκεινα, Σὺ γὰρ ἁγνή, τέτοκας τὸν πάντων Δημιουργόν, τὸν τὰς Παρθενομάρτυρας, δείξαντα ἐν πᾶσι φωτοφανεῖς, Χριστὸν τὸν φωτοδότην, Ὃν αἴτησαι φωτίσαι, τὴν σκοτισθεῖσάν μου διάνοιαν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν παρθένων τριὰς σεπτή, Μηνοδώρα Μάρτυς, Μητροδώρα πανευκλεής, σὺν τῇ Νυμφοδώρᾳ, τῇ οὔσῃ μακαρίᾳ, Τριάδος τῆς Ἁγίας, εὔηχα στόματα.
Ἡ τῶν αὐταδέλφων θεία τριάς, παρθενίας κάλλει, διαπρέψασα εὐπρεπῶς, ταῖς τοῦ μαρτυρίου, λαμπραῖς ἀνδραγαθίαις, Τριάδα τὴν Ἁγία, κόσμῳ ἐδόξασε.
Χαίροις Μηνοδώρα θεοειδής, χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς, χαίροις Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος νύμφη, Τριάδος τῆς Ἁγίας, κόραι ἰσάριθμοι.
Χαίρουσαι ἠνέγκατε ἀνδρικῶς, πόνοις δι’ ἀγάπην, τοῦ ταθέντος ἐν τῷ Σταυρῷ, ὅθεν τῆς εὐκλείας, Αὐτοῦ ἐπιτυχοῦσαι, ἡμᾶς Παρθενομάρτυρες περιέπετε.
Ἔλλαμψιν αἰτήσατε ἐκ Θεοῦ, καὶ πταισμάτων λύσιν, καὶ κινδύνων ἀποφυγήν, ἡμῖν δωρηθῆναι, τοῖς πόθῳ ἐκτελοῦσιν, ὑμῶν τὴν θείαν μνήμην, Μάρτυρες πάνσεμνοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον.
Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα
Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, σκοτοδίνης τῶν παθῶν, καὶ καταφορᾶς κακοτρόπου, καὶ πονηρᾶς ἀγωγῆς, ἅπαντας λύτρωσασθε, ἡμᾶς πανεύφημοι, Μηνοδώρα θεόσοφε, σεμνὴ Μητροδώρα, Νυμφοδώρα ἔνδοξε, Κυρίου νύμφαι σεπταί, ὅπως, ἐν σεμνῇ πολιτείᾳ, καὶ εἰρηνικῇ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάσωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς,
Ἀμήν.