Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Δευτέρα 24 Μαΐου 2021

Προσευχὴν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Θεοτόκε Παρθένε,
εὐλογημένη Μαρία κεχαριτωμένη,
Δέσποινα τοῦ οὐρανοῦ καί τῆς γῆς,
εὐλο­γημένος ὁ καρπός τῆς κοιλίας σου,
ὅτι σωτῆρα ἔτεκες,
τόν μονογενῆν Υἱὀν τοῦ Θεοῦ
καί Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Τῶν Ἀποστόλων, λαμπρότης,
τῶν προφητῶν σύναξις,
τῶν μαρτύρων ἐκκλησία,
τῶν χριστιανῶν τό καταφύγιον,
σκέπασόν με, Παρθένε Μαρία,
ὑπό τήν προστασίαν τῶν Ἀγγέλων
καί ὑπό τήν σκέπην τῶν πτερύγων σου,
καί βοήθησόν με τόν δοῦλον σου
ἀπό πάντα πειρασμόν,
ὁπού μέλλει νά μοῦ ἔλθῃ
καί μή μέ ἀπορρίψῃς, ὦ Παρθένε Μαρία,
βοήθησόν με, Κυρία τοῦ Κόσμου,
τήν ἡμέραν τῆς κρίσεως,
ὅπως ἔλθη ἡ ταπεινή μου ψυχή
μέσα εἰς τόν Παράδεισον
ἔμπροσθεν εἰς τόν ἀδέκαστον θρόνον τοῦ Υἱοῦ σου,
ὅταν ἔλθῃ νά κρίνῃ τόν κόσμον
ἐν τῇ δευτέρᾳ ἡμέρᾳ τῆς φρικτῆς Αὐτοῦ Παρουσίας
καί νά ἀκούσω
τό «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου
κληρονομήσατε τήν ἡτοιμασμένην μου βασιλείαν».

Ναί, Δέσποινα τοῦ Κόσμου,
δώρησόν μοι τῷ ταπεινῷ δούλῳ σου τό ζητούμενον,
ἵνα εὐχαρίστως δοξάζω τό ὄνομα τοῦ Πατρός
καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αιώνων
Ἀμήν.

 


Δευτέρα 3 Μαΐου 2021

Προσευχὴ τῶν δακρύων (Ὅσιος Ἰσαὰκ ὁ Σύρος)

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅστις ἔκλαυσας ἐπὶ Λαζάρῳ, καὶ ἔχυσας δάκρυα λύπης καὶ συμπαθείας ἐπάνω εἰς αὐτόν, δέξαι τὰ τῆς πικρίας μου δάκρυα· ἰάτρευσον διὰ τῶν ἁγίων σου παθημάτων τὰ πάθη μου· θεράπευσον διὰ τῶν πληγῶν σου τὰς ψυχικάς μου πληγάς· διὰ τοῦ τιμίου σου αἵματος καθάρισόν μου τὸ αἷμα, καὶ ἕνωσον τὴν εὐωδίαν τοῦ ζωοποιοῦ σου σώματος τῷ σώματί μου· ἡ χολή, τὴν ὁποίαν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, ἂς γλυκάνῃ τὴν ψυχήν μου ἀπὸ τὴν πικρίαν, τὴν ὁποίαν ὁ ἀντίδικός μου διάϐολος μ᾿ ἐπότισε· τὸ πανάγιόν σου σῶμα, τὸ ὁποῖον ἐτανύσθη ἐπὶ τοῦ σταυροῦ, ἂς ἀναπτερώσῃ πρὸς σὲ τὸν νοῦν μου, ὅστις ἐσύρθη κάτω ὑπὸ τῶν δαιμόνων· ἡ παναγία σου κεφαλή, τὴν ὁποίαν ἔκλινας ἐπὶ τοῦ σταυροῦ, ἂς ὑψώση τὴν κεφαλήν μου, τὴν πειϋϐρισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων ῦδαιμόνων· αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ τῶν παρανόμων ἐν τῷ σταυρῷ, ἂς μὲ ἀναϐιϐάσωσι πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, καθὼς ὑπεσχέθη τὸ πανάγιόν σου στόμα· τὸ πρόσωπόν σου, τὸ δεξάμενον ραπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων Ἰουδαίων, ἂς μοῦ λαμπρύνῃ τὸ πρόσωπον, τὸ ὁποῖον ἐμολύνθη ἀπὸ τὰς ἁμαρτίας· ἡ ψυχή σου, τὴν ὁποίαν ἐπὶ τοῦ σταυροῦ ὑπάρχον, παρέδωκας εἰς τὸν πατέρα σου, ἂς μὲ ὁδηγήσῃ πρὸς σὲ διὰ τῆς χάριτός σου. 

Δὲν ἔχω καρδίαν θλιϐομένην προς ἀναζήτησίν σου, δὲν ἔχω μετάνοιαν, δὲν ἔχω κατάνυξη, οὐδὲ δάκρυα, τὰ ὁποῖα ἐπαναφέρουσι τὰ τέκνα εἰς τὴν ἰδίαν αὐτῶν πατρίδα. Δὲν ἔχω, δέσποτα, δάκρυον παρακλητικόν· ἐσκοτίσθη ὁ νοῦς μου ἀπὸ τὴν ματαιότητα τοῦ κόσμου, καὶ δὲν δύναται ν᾿ ἀτενίσῃ πρὸς σὲ μετὰ πόνου· ἐψυχράνθη ἡ καρδία μου ἀπὸ τὸ πλῆθος τῶν πειρασμῶν, καὶ δὲν δύναται νὰ θερμανθῇ διὰ τῶν δακρύων τῆς πρὸς σὲ ἀγάπης.

λλὰ σύ, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι τελείαν μετάνοιαν καὶ καρδίαν ἐπίπονον, ἵνα ὁλοψύχως ἐξέλθω εἰς ἀναζήτησίν σου· διότι ἄνευ σοῦ θέλω ἀποξενωθῇ ἀπὸ παντὸς ἀγαθοῦ. Χάρισαί μοι λοιπόν, ὦ ἀγαθέ, τὴν χάριν σου· ὁ πατήρ, ὅστις σ᾿ ἐγέννησεν ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἂς ἀνανεώσῃ εἰς ἐμὲ τὰς μορφὰς τῆς εἰκόνος σου· σ᾿ ἐγκατέλιπον, μὴ μ᾿ ἐγκαταλείπῃς· ἐχωρίσθην ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εὐρὼν εἰσάγαγέ με εἰς τὰς νομάς σου, καὶ συναρίθμησόν με μετὰ τῶν προϐάτων τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με μετ᾿ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων σου μυστηρίων, τῶν ὁποίων ὑπάρχει κατοικητήριον ἡ καθαρὰ καρδία, εἰς τὴν ὁποίαν ἀναφαίνεται ἡ ἔλλαμψις τῶν ἀποκαλύψεών σου, ἡ ὁποία ἔλλαμψις εἶναι παρηγορία καὶ ἀναψυχὴ τῶν κοπιώντων διὰ σὲ ἐν θλίψεσι καὶ διαφόροις μάστιξι· τῆς ὁποίας ἐλλάμψεως εἴθε ν᾿ ἀξιωθῶμεν καὶ ἡμεῖς διὰ τῆς χάριτος καὶ φιλανθρωπίας σου, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ἀμήν.


Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία

 

Πασχάλιος μερονύκτιος κολουθία

 

Ἀπὸ Κυριακῆς τοῦ Πάσχα καὶ καθ’ὅλην τὴν Διακαινήσιμον ἑβδομάδα μέχρι τοῦ Ἐσπερινοῦ τοῦ Σαββάτου καθὼς καὶ ἀπὸ τοῦ Ἐσπερινοῦ τῆς Τρίτης ἔκτης ἑβδομάδος ἀπὸ τοῦ Πάσχα (τοῦ Τυφλοῦ) μέχρι τοῦ Ἐσπερινοῦ τῆς Τετάρτης ποὺ ἔχουμεν τὴν ἀπόδοσιν τῆς ἑορτῆς τοῦ Πάσχα, ἀντὶ Μεσονυκτικοῦ, Ὡρῶν καὶ Ἀποδείπνου ἀναγινώσκεται ἡ ἑξῆς Ἀκολουθία∙

 

Χριστὸς Ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς)

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (Τρίς)

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ,     ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

ν τάφῳ σωματικῶς, ἐν Ἅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεὸς ἐν Παραδείσῳ δὲ μετὰ ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα…

ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νῦν… Θεοτόκιον.

Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε ἐλέησον μ’ (40)   Δόξα… Καὶ νῦν…

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δι’ εὐχῶν τῶν Ἁγίων…                                                                             

Καὶ πάλιν ὁμοίως τὸ Χριστός Ἀνέστη (γ’) καὶ τὰ λοιπά.    

Ἡ ὡς ἄνω ἀκολουθία ἐπαναλαμβάνεται τρὶς ὡς ἔχει.