Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Δευτέρα 26 Αυγούστου 2019

Κανὼν τῆς Θεοτόκου


Ἦχος α΄

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

δὴ παρακλήσεως τῇ Θεοτόκῳ, πιστοὶ προσενέγκωμεν, ἱλασμὸν αἰτούμενοι, τῶν ἐγκλημάτων ἡμῶν, καὶ τοῦ ἐχθροῦ ἀποφυγὴν καὶ σωτηρία ψυχῶν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἐλέους τὴν ἄβυσσον ἡ τετοκυῖα, ἐλέησον οἴκτειρον, τὴν ἐμὴν ἀσθένειαν θεοχαρίτωτε, καὶ χειραγώγησον πρὸς φῶς τῆς κατανύξεως.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὑψώθην ὁ ἄθλιος τῇ ἀπονίᾳ, ἀρθεὶς τὸ φρονήματι, καὶ εἰς βόθρον πέπτωκα τῶν παραπτώσεων˙ τῇ μετανοίᾳ με ἁγνή, πάλιν ἀνόρθωσον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Μυρίοις ἐγκλήμασιν ἁμαρτημάτων, βαρούμενος ἄχραντε, σοι προσπίπτω δέξαι με, μετανοοῦντα θερμῶς, καὶ ἵλεών μοι τὸν κριτήν, ποίησον Δέσποινα

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὁ θρόνος ὁ τοῦ Θεοῦ, τῶν Χερουβεὶμ ὁ ὑπέρτερος˙ νεφέλη τοῦ φωτός, ψυχῆς μου τὰ ὄμματα, Παναγία φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἡ μήτηρ τοῦ λυτρωτοῦ˙ καὶ τῶν κτισμάτων βασίλισσα, αἰχμαλωσίας δεινή, ληφθέντα με λύτρωσαι, Μαρία Πανάμωμε˙ καὶ τῆς βασιλείας, τοῦ υἱοῦ σου καταξίωσον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἡ κλῆσις σου ἀληθῶς, ψυχῶν ὑπάρχει καθάρσιον˙ καὶ ῥυπαρῶν λογισμῶν, ἐστὶν ἐλατήριον, καὶ φυγαδευτήριον, πονηρῶν πνευμάτων, Θεοτόκε ἀειπάρθενε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἀσμάτων ὗσμα σὺ εἰ, Θεοχαρίτωτε Δέσποινα˙ Ἀγγέλων ἡ καλλονὴ˙ βροτῶν ἡ ἀνάπλασις˙ Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, τὸν τὰς φύσεις μεταλλάττοντα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θυγατέρες σπεύσατε, τῆς Ἁγίας Ἱερουσαλὴμ, θεάσασθαι μορφήν, νύμφης εὐκλεοῦς, Μαρίαν τὴν ἄχραντον, καὶ εὐσεβῶς ᾄσατε αὐτή˙ χαῖρε Πανύμνητε, Θεοτόκε ἡ χαρὰ ἡμῶν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἐκλεκτὴ εὐπρόσδεκτος ἀνεδείχθης ὅλη τῷ Θεῷ˙ ὡς κρῖνον ἀνθηρὸν μέσον ἀκανθῶν˙ ἀφ' ὧν σὲ ὀσφράδιον Παρθενικόν, εὗρεν ἑαυτῷ, καὶ σὲ ἀνέδειξε, προστασία τῶν τιμώντων σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Νάρδος ἀποστάζουσα, ἀρωμάτων ἄφθορε σεμνή˙ καλὴ ἐν γυναιξίν, ὤφθης ἀληθῶς˙ ὡραῖα ἡ ὄψις σου καὶ ἡ φωνὴ πλήρης ἀγαθῶν˙ λύτρον γὰρ ἔτεκες, τῶν πταισμάτων τοῖς ὑμνοῦσι σε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ ψυχή μου Δέσποινα, ἐκολλήθη ὅλη ψαλμικῶς, ὀπίσω σου τοιγαροῦν σου ἡ δεξιά, ἐμοῦ ἀντιλάβοιτο ἐκδυσωπῶ, σῴζουσα με νῦν, καὶ περιέπουσα, καὶ φρουροῦσα καὶ σκεπάζουσα.




Γερόντισσα τῆς Νέας Μονῆς Χίου Μαριὰμ εἴπε ...


 

Γερόντισσα τῆς Νέας Μονῆς Χίου Μαριὰμ εἴπε ...

« γέννα εἶναι εὐλογημένη ἀπό τὸν Θεόν. Γεννιέται τὸ παιδί, παπᾶς τὸ διαβάζει. Γίνεται σαράντα ἡμερῶν, τὸ πᾶνε στὴν Ἐκκλησία. Τὰ ἀγοράκια στὴν Ἁγία Τράπεζα, τ]α κοριτσάκια στὸ εἰκόνισμα τ[ης Παναγίας. Ἡ Ἐκκλησία εὐλογεῖ βάπτισμα, κοινωνία, στεφάνωμα.
 
Ὅταν κάποιος γεννιέται, εἶναι καί τὰ λεπτὰ ποὺ θὰ ζήσει γνωστὰ καὶ μετρημένα. Λένε ὅταν χτυπήσει κάποιος, ὅταν πεθαίνει, ὅτι δὲν πρόλαβε νὰ κάνει πολλά. Καὶ ὅμως, ἔκανε ό,τι ἦταν γραμμένον νὰ κάνει. Τὴν ὥρα τοῦ θανάτου γίνεται ὁ ἀπολογισμός τῆς ἐγκόσμιας ζωῆς καὶ κλείνει τὸ ἐπίγειον ταμεῖον».

Γερόντισσα τῆς Νέας Μονῆς Χίου Μαριὰμ